503
παρῆσαν, καὶ τοὺς ἐν Βυζαντίῳ διατρίβοντας ἅμα τοῖς ἔξωθεν ἐπιδεδημηκόσι κελεύσας ἐν βασιλείοις συνελθεῖν, ὅ,τι δέοι πράττειν περὶ Καλλίστου τοῦ πατριάρχου, πάντων ἐπυνθάνετο κοινῇ. τῶν δ' ἀπὸ συνθήματος δέον εἰρηκότων εἶναι πέμπειν πρὸς ἐκεῖνον καὶ καλεῖν ἐπὶ τὸν θρόνον, ἐπειδὴ μηδὲν ἐγκαλοῖτο ὑπὸ μηδενὸς, αὐτίκα τε ἐπείθετο ὁ βασιλεὺς καὶ πρεσβείαν πρὸς ἐκεῖνον ἐποιεῖτο. δύο γὰρ τῶν ἀρχιερέων ἀπολεξάμενος, τὸν Αἴνου ∆ανιὴλ καὶ Ἰωσὴφ τὸν Τενέδου, καὶ τοσούτους ἑτέρους τῶν ἐπιφανεστέρων τοῦ κλήρου τῆς Βυζαντίων ἐκκλησίας, Καβάσιλαν τὸν σακελλίου καὶ Περδίκην τὸν σκευοφύλακα, ἔπεμπεν εἰς τὴν μάρτυρος τοῦ Μάμαντος μονὴν πρὸς πατριάρχην καὶ ἐπὶ τοὺς θρόνους ἐκάλει καὶ τὴν ἀρχήν· οὐδένα γὰρ εἶναι τὸν ἀφῃρημένον· ἔφασκέ τε βέλτιον μὲν εἶναι μὴ ἀπερισκέπτως οὕτω χωρεῖν, ἐφ' ἃ μὴ δεῖ, μηδ' ἀβουλίᾳ χρώμενον, τῶν μὲν θρόνων ἀφίστασθαι ἑκόντα καὶ τοῦ 3.271 ποιμνίου, αὐτὸν δὲ τὰ μηδὲν προσήκοντα περιεργαζόμενον, ἄλλοτε ἄλλοθι διατρίβειν, μηδὲν ποιοῦντα τῶν δεόντων. εἰ γὰρ ἔμενεν ἐπὶ τοῦ προσχήματος καὶ συνεβούλευε μὴ τὸν υἱὸν ἀναγορεύειν, αἰτίας τινὰς ἀναγκαίας τοῖς λόγοις προστιθεὶς, ἴσως ἂν καὶ διεκώλυσε· νῦν δ' οὐχ ἥκιστα καὶ τοῦτ' ἂν εἴη τῶν πεισάντων ἓν χωρεῖν ἐπὶ τοιαῦτα, ὅτι μὴ λόγοις καὶ παραινέσεσιν, ἴσως δὲ καὶ ἱκεσίαις, ὥσπερ ἔδει, ἀλλὰ βίᾳ καὶ ὥσπερ ἰσχύϊ τινὶ κωλύσειν ἐπεχείρησεν. ἐπεὶ δὲ ἀναλυθῆναι τὰ γεγενημένα οὐκ ἐνδέχεται, οὐδὲν ἂν ἡ διχοστασία ἔτι καὶ ἡ ἔρις συμβαλεῖται, ἀλλὰ δέον αὐτὸν ἐπὶ τὸν θρόνον καὶ τὴν οἰκείαν ἀρχὴν ἐλθόντα, τὸν νέον βασιλέα καὶ τῷ μύρῳ χρίειν, ὥσπερ ἔθος. οὐ γὰρ ἐνδέχεται τοῖς ἄλλοις παρασήμοις κοσμηθέντα, μὴ καὶ τὸν ἀρχαῖον τρόπον στέφεσθαι. τοιαῦτα μὲν πρὸς Κάλλιστον τὸν πατριάρχην διὰ τῶν πρέσβεων ἐμήνυεν ὁ βασιλεὺς, ὀρθῶς ἔχειν τὰ εἰρημένα καὶ τῶν ἀρχιερέων ἁπάντων συνεπιψηφισαμένων. πατριάρχης δὲ ἐπεὶ τοὺς βασιλέως λόγους ἤκουε, πρὸς ἔπος μὲν ἀπεκρίνατο οὐδὲν, ἀλλὰ κατὰ τοῦ ἐπιθήσοντος αὐτῷ ἀνάγκην ἐπὶ τούτῳ ἐξεφώνει χωρισμὸν ἀπὸ θεοῦ. ∆ανιὴλ δὲ τοῦ τῆς Αἴνου τὴν ἱεραρχικὴν ἰθύνοντος ἀρχὴν δυσχεραίνοντος ἐπὶ τοῖς εἰρημένοις καὶ τό,τε προτρέπεσθαι πατριάρχην, ἐφ' ἃ ἐπέμφθησαν, ἀπεγνωκότος διὰ τὴν ἐπιφωνηθεῖσαν ἐπιτίμησιν, δίκαιόν τε οἰηθέντος, εἰ μήθ' ἑκὼν εἶναι πρὸς τὴν ἀρχὴν αὐτὸς χωροίη, μήτ' ἀναγκάζειν 3.272 αὐτὸν ἐξείη μηδενὶ, ἕτερον τοῖς θρόνοις ἐφιστᾷν, «οὐκοῦν» εἶπεν «οὐδὲν ἕτερον, σοῦ τοιαῦτα ἰσχυριζομένου, λείπεται, ἢ πατριάρχην ἕτερον ἀντεισάγεσθαι τῇ ἐκκλησίᾳ.» ὁ πατριάρχης δὲ «καὶ μάλιστα βουλοίμην» εἶπεν. ἐπὶ τούτοις δὲ οἱ πρέσβεις πρὸς βασιλέα καὶ τὴν σύνοδον ἀναστρέψαντες ἀπήγγελλον, ὅσα πατριάρχης ἀποκριθείη πρὸς τοὺς λόγους· Περδίκης δὲ, τῶν πρέσβεων εἷς, τὸν ἀφορισμὸν εἶπεν ἐκπεφωνηκέναι τὸν πατριάρχην κατὰ τοῦ ἐπιθήσοντος αὐτῷ ἀνάγκην ἐπὶ τούτῳ· ἀγνοεῖν δὲ, ὅτι βούλοιτο αὐτῷ τὸ ἐπὶ τούτῳ. οἱ συμπρέσβεις δὲ οὐδὲν ἕτερον βούλεσθαι ἰσχυρίζοντο τὸ ἐπὶ τούτῳ εἶναι, ἢ ἐλθεῖν αὖθις ἐπὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας, ὡς βεβαίως αὐτὴν ἀπειπαμένου, καὶ μήθ' ἑκόντα εἶναι, μήτε βιασθέντα βουλησόμενον αὖθις ἐπανήκειν πρὸς αὐτήν. οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διενεχθέντες, συνέβησαν αὖθις πρὸς ἀλλήλους, καὶ ὁ βασιλεὺς ἐκέλευε τὸν τῆς ἐκκλησίας ὑπογραμματέα πάντα γράφειν, ἵνα μή τις ᾖ περὶ τὰ εἰρημένα ὕστερον ἀμφιβολία, εἴ ποτε δεηθείη ἐξετάσεως. μετὰ τοῦτο δὲ τῶν ἀρχιερέων ἐπὶ τὸ τίνα χρὴ τῆς ἐκκλησίας τραπομένων προϊστᾷν, οἷα δὴ τοῦ καθεστηκότος φανερῶς ἀπειπαμένου καὶ ἀνάγκην ἐπιτεθεικότος, ὥστε περὶ τῶν ἴσων λόγον κινεῖν μηδένα πρὸς αὐτὸν, «τοὺς μὲν περὶ τὴν τῶν ἀρχιερέων» εἶπεν ὁ βασιλεὺς «ἐπιλογὴν παρά τε τῶν πρώτων τῆς ἐκκλησίας διδασκάλων τῶν Χριστοῦ μαθητῶν καὶ τῶν κατ' ἴχνος ἐκείνοις ἑπομένων θείων πατέρων κειμένους νόμους, ὡς χρὴ τοὺς ἐπισκόπους ἐν ταὐτῷ γενομένους καὶ τὴν 3.273 τοῦ πνεύματος χάριν ἄνωθεν ἐπικαλεσαμένους, μετὰ τὸ πολλαῖς πρότερον εὐχαῖς καὶ ἱκεσίαις ἐξιλάσασθαι θεὸν, ὥστε φανερὸν