504
αὐτοῖς ποιῆσαι τὸν ὀρθῶς καὶ δικαίως καὶ ὡς μάλιστα θεῷ κεχαρισμένως προστησόμενον τῆς ἐκκλησίας τῶν πιστῶν, ὑπὲρ ἧς αὐτὸς ἐξέχεε τὸ αἷμα, γενόμενος ὅπερ ἡμεῖς καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδεδυμένος, οὕτως ἐπιψηφίζεσθαι, ὃν ἂν αὐτὸς ἀποκαλύπτῃ, περιστήσαντας δὲ ἐν τρισὶ τοῖς μάλιστα δοκοῦσιν ἀξιόχρεω τὴν ψῆφον, οὕτως ἐπιτρέπειν βασιλεῖ τὴν αἵρεσιν ἑνός· ὃν δ' ἂν αὐτὸς ἕλοιτο, τοῦτον ἀποδείκνυσθαι προστάτην τῆς ἐκκλησίας, οὔτ' αὐτὸς ἠγνόουν ἄχρι νῦν, οὔτ' ὑμῶν οἴομαι οὐδένα μὴ σαφέστατα εἰδέναι. οἷα δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων φιλεῖ συμβαίνειν, ὅτι καίτοι μὴ ἀγνοοῦντες, ὅτι ἁμαρτάνομεν, ὅμως ὑπὸ πονηρᾶς ἀγόμενοι συνηθείας, ἢ τῷ λείῳ τῆς ἡδονῆς ἐξαπατώμενοι, περιπίπτομεν ἑκουσίως τοῖς κακοῖς καὶ τοῖς φαύλοις πάθεσι καταδουλοῦμεν ἑαυτοὺς, τοῦτ' αὐτὸ καὶ κατὰ τὴν τῶν ἀρχιερέων ἐπιλογὴν ἡμῖν συμβαίνει. σαφέστατα γὰρ εἰδότες, ὡς ἀθέμιτον αὐτοὺς πρότερον ἐπιψηφισαμένους, ὃν ἂν ἐθέλωμεν αὐτοὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας ἐγχειρίζειν, ἔπειτα βωμολοχοῦντας ἄντικρυς καὶ κατειρωνευομένους τοῦ θεοῦ, ἐπιτρέπειν ὑμῖν τὴν ἄνωθεν ἐπικαλεῖσθαι χάριν καὶ τοῦτον ἐπιψηφίζεσθαι, ὃν αὐτοὶ πολλῷ πρότερον οὐ λόγοις μόνον, ἀλλὰ καὶ πράγμασιν ἐπεψηφισάμεθα αὐτοῖς, ὅμως τολμῶμεν κακῶς καὶ ἀνοήτως, καὶ τοῦτο οὐκ ἐμοὶ μόνον εἴργασται πολλάκις, ἀλλὰ καὶ τοῖς πρότερον Ῥωμαίων βεβα 3.274 σιλευκόσιν, εἰ μὴ πᾶσιν, ἀλλὰ τοῖς γε πλείοσι. περὶ μὲν οὖν ἐκείνων φαῦλον αἰδοῖ τῶν προγόνων οὐδὲν ἐρῶ, ἐμαυτὸν δ' ἁπάσαις ψήφοις ταῖς παρ' ἐμαυτοῦ ἀδικοῦντα καὶ ἀγνωμονοῦντα περὶ τὸν θεὸν φαίην ἂν ἁλίσκεσθαι σαφῶς. οὕτω δ' ἐμαυτοῦ κατεψηφισμένον καὶ συνεγνωκότα τὴν κακίαν, οὐδὲν, οἶμαι, λείπεται, ἢ περὶ μὲν τῶν προτέρων ἐξιλάσκεσθαι θεὸν, τοῦ λοιποῦ δὲ πρόνοιαν ποιεῖσθαι πᾶσαν καὶ σπουδὴν, μὴ τοῖς αὐτοῖς περιπεσεῖν κακοῖς, εἰ μὴ βουλοίμην ἀνίατα νοσεῖν καὶ τυφλώττειν ἑκοντὶ πρὸς τὰ καὶ λαμπρότερον ἡλίου λάμποντα καλά. τοιγαροῦν ὑμῖν ζητήσεως περὶ πατριάρχου προκειμένης νῦν, τὴν ἀρχαίαν ἐλευθερίαν ἀποδίδωμι, οὐχ ὑμῖν μᾶλλον, ἢ τῷ θεῷ, ᾧ μελήσει μάλα τὸν καλῶς τῆς ἐκκλησίας προστησόμενον ὑμῖν ἀποκαλύπτειν, ὕστερον δὲ καὶ αὐτὸς ἕνα τῶν τριῶν ἐπιψηφιοῦμαι, ὥσπερ ἔθος.» τοιαῦτα μὲν ὁ βασιλεὺς τοῖς ἀρχιερεῦσι διειλέχθη. καὶ ἐκέλευεν ἐν ταὐτῷ γενομένους, ὅπη ἂν δοκῇ, τὸν ἀρχαῖον τρόπον τὴν πατριάρχου ποιεῖσθαι ἐκλογήν. εἰς τὴν ὑστεραίαν δὲ ἐκείνων γενομένων ἐν ταὐτῷ καὶ περὶ τοῦ προκειμένου σκεπτομένων, αὖθις ὁ βασιλεὺς πέμψας, τῶν τε τῇ προτεραίᾳ εἰρημένων ἀνεμίμνησκε καὶ παρῄνει πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν, ὡς αὐτοῦ καὶ πρὸς θεὸν ἀρκοῦσαν πεποιημένου τὴν ἀπολογίαν, παντάπασιν αὐτοῖς τῆς αἱρέσεως τῆς πατριάρχου παρακεχωρηκότος καὶ πᾶσιν ἀνθρώποις ἐπιδεδειγμένου τὴν γνώμην φανερῶς. ἐκεῖνοι δὲ πολλὰς ὁμολογήσαντες χάριτας τῷ βα 3.275 σιλεῖ τῆς περὶ τὰ θεῖα εὐλαβείας καὶ τῆς περὶ αὐτοὺς αἰδοῦς, καὶ ἐπευξάμενοι ἀγαθῶν πολλῶν ἐσμὸν, ἔπειτα τὴν θείαν χάριν ἐπικαλεσάμενοι τοῦ πνεύματος, ἐπελέξαντο τρεῖς, Φιλόθεόν τε τὸν τῆς Ἡρακλείας ἀρχιερέα, καὶ τὸν Φιλαδελφείας Μακάριον, καὶ Νικόλαον τὸν Καβάσιλαν, ὄντα ἔτι ἰδιώτην, καὶ γράψαντες πέμπουσι τῷ βασιλεῖ τὰ ὀνόματα τῶν ᾑρημένων· βασιλεὺς δὲ εἵλετο τῶν ἄλλων μᾶλλον τὸν Φιλόθεον, καὶ οὐ πολλῷ ὕστερον πάντων, ὅσα νενόμισται, τετελεσμένων, πατριάρχης ἀπεδείκνυτο καὶ τὰ κατὰ τὴν ἐκκλησίαν πράγματα χρόνον μέν τινα διῴκησεν, ἐκβληθεὶς τῆς ἀρχῆς μετ' οὐ πολὺ, ὥσπερ ὕστερον εἰρήσεται ὀλίγῳ, μάλιστα δὲ θαυμασίως καὶ σὺν λόγῳ τῷ προσήκοντι, καὶ πᾶσαν ἐπιδεδειγμένος ἐπιείκειαν καὶ βίου περιφάνειαν καὶ λόγου. Κάλλιστος δὲ ὁ πατριάρχης χρόνον οὐκ ὀλίγον τῇ μάρτυρος τοῦ Μάμαντος μονῇ ἐνδιατρίψας, πρῶτα μὲν διεδίδρασκεν εἰς Γαλατᾶν καὶ χρόνον τινὰ ἐκρύπτετο ἐν τοῖς Λατίνοις, ἔπειτα, αὐτῶν πραττόντων, εἰς Τένεδον ἀφῖκτο πρὸς τὸν νέον βασιλέα καὶ πολλῆς ἐτύγχανε τῆς εὐμενείας, οἷα δὴ ὑπὲρ ἐκείνου τὴν τοσαύτην κακοπραγίαν ᾑρημένος. ληʹ. Ἐπεὶ δὲ ὁ κατὰ τὴν ἐκκλησίαν θόρυβος ἐπέπαυτο καὶ πᾶσαν εἶχε τάξιν καὶ εὐαρμοστίαν, Ματθαῖος ὁ βασιλεὺς