505
γενόμενος ἐν Βυζαντίῳ ἅμα βασιλίδι τῇ συζύγῳ, κατὰ τὸν ἐν Βλαχέρναις τῆς θεομήτορος ναὸν ἐστέφετο κατὰ τὸ ἔθος ὑπὸ Φιλοθέου τοῦ πατριάρχου καὶ βασιλέως τοῦ πα 3.276 τρός· ἔστεφε δὲ καὶ αὐτὸς κατὰ τὸ ἔθος τὴν γυναῖκα. τοιαῦτα μὲν ἐπράττετο ἐν Βυζαντίῳ. Παλαιολόγος δὲ ὁ νέος βασιλεὺς ἦν μὲν ἐν Θεσσαλονίκῃ μετὰ τῶν βασιλίδων, τῆς μητρὸς καὶ γυναικὸς, εἶχε δὲ καὶ Τένεδον τὴν νῆσον ὑφ' ἑαυτὸν, ἡγεμόνα ταύτῃ καταλιπὼν Ἰταλόν τινα Μαρτῖνον ἀπαίρων εἰς Θεσσαλονίκην. Περγαμηνὸς δέ τις τῶν Τενεδίων ὁ μάλιστα δυνατώτατος ἐν Θεσσαλονίκῃ συνῆν τῷ νέῳ βασιλεῖ χρόνον οὐκ ὀλίγον, ἔπειτα ἐκεῖθεν διαδρὰς καὶ γενόμενος ἐν τῇ Τενέδῳ, ἔπεισε καὶ τοὺς ἄλλους πολίτας ἀποστῆναι τοῦ νέου βασιλέως. καὶ τὸν ὑπ' ἐκείνου σφῶν ἐπιτεταγμένον ἄρχειν ἐξελάσαντες, ὥσπερ αὐτόνομοι ἐπολιτεύοντο. βασιλεὺς δὲ ὁ νέος ἐπεὶ πύθοιτο τὴν ἀποστασίαν, τριήρεις ἐκ Θεσσαλονίκης. ἐφοπλίσας, ἐπέπλευσε τοῖς Τενεδίοις. οἱ δὲ αὖθις ἑτοίμως προσεχώρουν, παραδόντες τὸν Περγαμηνὸν, ὃν εἰς Θεσσαλονίκην δεσμώτην ἔπεμψε φρουρεῖσθαι, αὐτὸς δὲ ἅμα Ἑλένῃ βασιλίδι τῇ γυναικὶ διῆγεν ἐν τῇ νήσῳ. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς ἐν δεινῷ τιθέμενος ταῖς κατὰ τὴν Θρᾴκην πόλεσι τοὺς Πέρσας ἐγκαθιδρυμένους εἶναι, εἶχον γάρ τι φρούριον, ὥσπερ ἔφημεν, ἐν Θρᾴκῃ, Τζύμπην προσαγορευόμενον, βίᾳ μὲν οὐκ ἐπεχείρει ἐξελαύνειν, ᾔδει γὰρ οὐκ ἀξιόμαχος πρὸς τοσαύτην τῶν βαρβάρων δύναμιν ἐσόμενος, εἰ πόλεμον κινοίη πρὸς αὐτοὺς, τῆς Ῥωμαίων στρατιᾶς ὑπὸ τοῦ πρὸς ἀλλήλους πολέμου διεφθαρμένης, τρόπῳ δέ τινι ἑτέρῳ διενοεῖτο τοὺς βαρβάρους τῆς Ῥω 3.277 μαίων ἐξελαύνειν. καὶ πέμψας πρεσβείαν πρὸς Ὀρχάνην τὸν γαμβρὸν, ᾔτει τὸ φρούριον ἀποδοῦναί οἱ καὶ τῆς Θρᾴκης τοὺς βαρβάρους ἐκβαλεῖν. οὐ γὰρ δίκαια ποιεῖν αὐτὸν, οὐδὲ προσήκοντα τῇ εἰς αὐτὸν εὐνοίᾳ, ἐν μέσῃ τῇ Ῥωμαίων γῇ τὸ φρούριον κατέχοντα. τοῦ δὲ Σουλιμὰν τὸν υἱὸν προσβαλλομένου, ὡς ὑπ' αὐτοῦ τὸ φρούριον κατέχοιτο καὶ δέοιτό τινος πρὸς τὴν ἀπόλειψιν ἀντιμισθίας, μυρίους χρυσοῦς ὁ βασιλεὺς ὑπέσχετο παρέξειν φιλοτίμως. μετὰ μικρὸν δὲ καὶ ἔπεμπε τοῖς βαρβάροις τὸν χρυσόν· κἀκεῖνοι ἔπεμψαν τοὺς παραδώσοντας βασιλεῖ τὸ φρούριον. ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, οἷα τὰ τοῦ θεοῦ κρίματα, ἀθρόον ἐξαίσιος ἐπιγενόμενος σεισμὸς ἦρος ἀρχομένου, μάλιστα ἐν ἀρχαῖς τῆς νυκτὸς τὰς παραλίους τῆς Θρᾴκης πόλεις ὀλίγου δεῖν διέφθειρεν ἁπάσας. οὐ μόνον γὰρ οἰκίαι κατέπεσον ἐπὶ τοὺς κατοικοῦντας καὶ διέφθειραν πολλοὺς, ἀλλὰ καὶ τὰ τῶν πόλεων τείχη ἐξ αὐτῶν κρηπίδων κατεβλήθη. οἱ δῆμοι δὲ τῶν πόλεων, ὅσοι μὴ διεφθάρησαν ὑπὸ τῶν ἐρειπίων, συνιδόντες, ὡς οὔτ' ἀνορθοῦν δυνήσονται ῥᾷστα τὰ καταβεβλημένα τῶν τειχῶν, οὔτ' ἀμύνεσθαι πρὸς τοὺς βαρβάρους, ἂν ἐπίωσιν, ἀξιόμαχοί εἰσι, καὶ δείσαντες, μὴ ὑπ' ἐκείνων ἀνδραποδισθῶσιν ἐπελθόντων, τέκνα καὶ γυναῖκας ἀναλαβόντες, ἀνεχώρουν τῆς νυκτὸς ἐπὶ τὰς ἄλλας πόλεις, ὅσας μὴ καταπεπτωκέναι τῷ σεισμῷ ἐνόμιζον. ὄμβρων δὲ ἐπικειμένων καὶ χιόνος καὶ ψύχους ἀμυθήτου, οἱ μὲν ὑπὸ τοῦ κρυμοῦ διεφθείροντο, 3.278 μάλιστα γυναῖκες καὶ βρέφη νήπια· οἱ λοιποὶ δὲ πλὴν ὀλίγων, ὅσοι τοῦ τε ψύχους ἠδυνήθησαν περιγενέσθαι καὶ πρὸς τὰς ἔτι σωζομένας πόλεις καταφυγεῖν, πάντες ὑπὸ τῶν βαρβάρων ἠνδραποδίσθησαν ἐπελθόντων. ὡς γὰρ ᾔσθοντο ἐκεῖνοι τὰ τείχη τῶν πόλεων καθῃρημένα, ὑποπτεύσαντες, ὅπερ ἦν, ὡς ἢ κρατήσουσι φευγόντων, ἢ τῶν τειχῶν καθῃρημένων, ἂν μένωσι, περιγενήσονται, ἅμα ἕῳ ἐπεστράτευσαν καὶ τῶν τε ἀνθρώπων ἐκράτουν φευγόντων καὶ τὰς πόλεις ἁπάσας ἐποιήσαντο ὑπὸ φρουρᾷ. Καλλιούπολις δὲ τῶν ὑπὸ τοῖς βαρβάροις γενομένων παραλίων κατὰ τὴν Θρᾴκην πόλεων ἡ περιφανεστέρα, πέπτωκε μὲν καὶ αὐτὴ τῶν ἄλλων μᾶλλον, ὁ δῆμος δὲ ἅπας διεσώθη ἐν τοῖς πλοίοις, ἃ ἦσαν ἐκεῖ πολλά. συμβὰν δὲ οὕτω καὶ ἐκ Βυζαντίου ἐπὶ Πελοπόννησον πλέουσα τριήρης, ἣν ἔπεμψεν ὁ βασιλεὺς Μανουὴλ δεσπότῃ τῷ υἱῷ, ὡρμίζετο ἐκεῖ τὴν νύκτα. γενομένης δὲ ἐκείνης τῆς μεγάλης συμφορᾶς, ὁρῶν ὁ ναύαρχος τοσούτους μέλλοντας