506
ἀπόλλυσθαι, προσέσχε τε τῇ γῇ, καὶ ἀναλαμβάνων ὅσους ἦν ὑποδέχεσθαι ἡ τριήρης δυνατὴ, ἀνέστρεφεν εἰς Βυζάντιον, τῶν προκειμένων ἀμελήσας. Σουλιμὰν δὲ ὁ τοῦ Ὀρχάνη παῖς ἐπεὶ πύθετο τὰ κατὰ Θρᾴκην, ἐν Πηγαῖς τῇ κατὰ τὴν περαίαν τοῦ Ἑλλησπόντου πόλει διατρίβων, τὰς πρὸς βασιλέα συνθήκας παριδὼν, ἃς ἔθετο ἐπὶ τῷ Τζύμπην ἀποδιδόναι, σπουδῇ πολλῇ ἐπεραιοῦτο πρὸς τὴν Θρᾴκην, καὶ πολλοὺς τῶν ὁμοφύλων διαβιβάσας ἅμα γυναιξὶ καὶ τέκνοις, κατῴκιζε τὰς πόλεις, τὰ καταβεβλημένα ἀνορθῶν. τὴν πλείστην δὲ ἐπεδεί 3.279 ξατο περὶ Καλλιούπολιν σπουδήν. τά τε γὰρ τείχη ἄνωθεν ἐπεσκεύασε καὶ προσεξειργάσατο βελτίω, ἤπερ ἦσαν, καὶ τῶν ἐπιφανῶν παρ' αὐτῷ πολλοὺς ἠνάγκασεν εἰς ἐκείνην μετοικίζεσθαι, καὶ στρατιὰν ἐγκαθίδρυσε πολλήν· καὶ τοῖς κατὰ Μυσίαν λυπηρὸς ἦν, μεγάλοις στρατοπέδοις ἐπιὼν καὶ πόλεις ἐξανδραποδιζόμενος καὶ τὴν χώραν ἅπασαν πορθῶν. βασιλεὺς δὲ ἠνιᾶτο μὲν οὐκ ὀλίγα πρὸς τὴν συμφοράν· ἀμύνεσθαι δὲ τοὺς ἀδικοῦντας ἀδυνάτως ἔχων, πρεσβείας συνεχεῖς ἐποιεῖτο πρὸς Ὀρχάνην τὸν γαμβρὸν καὶ τὰς ἡρπασμένας πόλεις ἠξίου τὸν υἱὸν ἀποδιδόναι. τῶν γὰρ ἀτοπωτάτων εἶναι, ἑνὸς μὲν αὐτοῖς φρουρίου μὴ παραχωρεῖν, ἀλλ' ἐπὶ χρήμασι ῥητοῖς συνθήκας θέσθαι πρὸς αὐτοὺς, ὥστε ἐκλιπεῖν, αὐτοὺς δὲ νυνὶ τοσαύτας πόλεις κατασχεῖν πρὸς τῷ μηδὲ Τζύμπην κατὰ τὰς συνθήκας ἀποδοῦναι, καὶ ταῦτα σπονδῶν οὐσῶν καὶ βαθείας εἰρήνης πρὸς ἀλλήλους. Σουλιμὰν δὲ ἰσχυριζομένου μὴ πολέμῳ, μηδὲ βίᾳ τῶν πόλεων κεκρατηκέναι, ἀλλ' ἀοικήτους καὶ καταβεβλημένας κατασχεῖν, ἀδικεῖν αὐτοὺς τὰ ἔσχατα διετείνετο ὁ βασιλεὺς καὶ μηδὲν εἶναι τὴν σκῆψιν πρὸς τὸν τοῦ δικαίου λόγον. διενηνοχέναι γὰρ οὐδὲν, εἰ διὰ τῶν πυλῶν εἰσῄει, ἢ ἄλλοθέν ποθεν. ἀλλὰ τοῦτο χρὴ σκοπεῖν, εἰ δικαίως ἐν σπονδαῖς κατασχόντες ἔχουσι. τοιαῦτα βασιλέως πρὸς τοὺς βαρβάρους διαπρεσβευομένου, Σουλιμὰν μὲν εἴχετο τῶν πόλεων καθάπαξ καὶ οὐδ' ἄχρις ἀκοῆς ὑπέμενεν ἀπολιπεῖν· Ὀρχάνης δὲ ὁ πατὴρ ἑαυτῷ τε συνειδὼς 3.280 ἀδικοῦντι καὶ παρασπονδοῦντι, καὶ ποιούμενος περὶ πλείστου τὸ βασιλέα θεραπεύειν, συνετίθετο μὲν αὐτίκα τὰς πόλεις ἀποδιδόναι βασιλεῖ. Σουλιμὰν δὲ τοῦ υἱοῦ δυσαπαλλάκτως ἔχοντος, ἐδεῖτο βασιλέως ὑπερθέσθαι τὴν ἀπόληψιν, ὡς πείσοντος αὐτοῦ τὸν υἱὸν μετὰ μικρὸν ἑκοντὶ τὰς πόλεις ἀποδοῦναι· ὃ καὶ ἔπραττεν ὀλίγῳ ὕστερον. πολλὰ γὰρ πολλάκις παραινέσας, ὡς χρὴ βασιλέα μὴ λυπεῖν, οὐ μόνον βεβαίως ἐμμένοντα ταῖς πρὸς αὐτοὺς σπονδαῖς καὶ μηδὲν ἠδικηκότα, ἀλλὰ καὶ τῆς συγγενείας ἕνεκα τῆς πρὸς αὐτοὺς, ἔπειτα καὶ χρήματα ἐπαγγειλάμενος παρέξειν, ἔπεισε τὰς πόλεις ἀποδοῦναι. οὐ μὴν ἀλλὰ καὶ βασιλεὺς τῶν πόλεων ἐκείνων ἕνεκα Σουλιμὰν ἐπηγγείλατο παρέξειν μυριάδας χρυσίου τέτταρας. δείσας δὲ Ὀρχάνης, μὴ ψευσάμενος ὁ παῖς οὐκ ἀποδῷ τὰς πόλεις βασιλεῖ, ἐσκέψατο συνελθόντας ἐν ταὐτῷ βασιλέα καὶ αὐτὸν, οὕτω Σουλιμὰν ὑποσχέσθαι ἐπ' αὐτῶν, ὡς ἀποδώσει πάντως γε τὰς πόλεις, αὐτίκα τε ἐδήλου βασιλεῖ πρὸς τὸν Ἀστακηνὸν γενέσθαι κόλπον, ὡς ἐνταυθοῖ τῆς συντυχίας ἐσομένης. δόξαν δὲ καὶ βασιλεῖ βελτίστην εἶναι τὴν βουλὴν, ἐκέλευε τριήρεις ἐφοπλίζεσθαι. ὑπὸ τοιούτων μὲν αἰτίων Ματθαῖον τὸν υἱὸν ἀποδεικνύειν βασιλέα ὥσπερ συνηλάθη Καντακουζηνὸς ὁ βασιλεύς. γνώμην δὲ εἶχε, καὶ μετὰ τὴν τοῦ υἱοῦ ἀνάῤῥησιν μέρος μὲν τῆς Ῥωμαίων ἀποτεμὼν ἡγεμονίας, ἐκείνῳ παρασχεῖν, ὥστ' ἐκείνου μόνου βασιλεύειν διὰ βίου· διάδοχον δὲ μὴ ἐξεῖναι καταλείπειν τελευτῶντα τῆς ἀρχῆς, ἀλλ' ὑπὸ τὸν ὄντα βασιλέα Ῥωμαίων αὖθις ἀναστρέ 3.281 φειν, ἄντε Ἰωάννης βασιλεὺς ὁ γαμβρὸς περιῇ, ἄντε Ἀνδρόνικος ὁ υἱὸς αὐτῷ· βασιλέα δὲ τὸν γαμβρὸν ἀνακαλεῖσθαι αὖθις, τὸν πρὸς ἐκεῖνον καταλύσας πόλεμον καὶ τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης αὐτῷ παραχωρεῖν, τῶν πραγμάτων ἀποστὰς αὐτὸς, καὶ πειρᾶσθαι διὰ τῆς κατὰ τὸν βίον φιλοσοφίας ἵλεων αὐτῷ ποιεῖν τὸ θεῖον. ταῦτα μὲν οὖν ἐν ὑστέρῳ πράττειν ἐβουλεύετο· τότε δὲ ἐπεὶ ἦσαν ὡπλισμέναι αἱ τριήρεις, ἐν Νικομηδείᾳ τε ἐγένετο καὶ πρέσβεις ἔπεμπε πρὸς Ὀρχάνην τὸν γαμβρὸν, ὡς