507
ἀφιξόμενον καὶ αὐτὸν ἐκεῖ τῶν προκειμένων ἕνεκα. ὁ δ' ἔφασκε νοσεῖν καὶ ἀδυνάτως ἔχειν τὸ νῦν εἶναι ἀπανίστασθαι τῆς κλίνης. ἀχθομένου δὲ βασιλέως καὶ σκῆψιν οἰομένου τὴν νόσον εἶναι, καὶ καταναγκάζοντος ἐλθεῖν εἰς τὴν Νικομήδους, ὥσπερ ἐπηγγείλατο, ὅρκοις ἰσχυρίζετο νοσεῖν ὡς ἀληθῶς καὶ μηδεμίαν σκῆψιν εἶναι, μηδ' ὑπόκρισιν περὶ τὸ πρᾶγμα· ἐδεῖτό τε συγγνώμην παρασχέσθαι, καὶ ἐπηγγείλατο αὖθις, ὡς ἐν ῥηταῖς ἡμέραις ῥαΐσας ἐκτελέσει τὰ ὑπεσχημένα. ἐκεῖθεν μὲν οὖν ὁ βασιλεὺς ἄπρακτος αὖθις εἰς Βυζάντιον ἐπανῆλθε. λθʹ. Φιλόθεος δὲ ὁ πατριάρχης εἰδὼς, οἵαν γνώμην ἔχει περὶ βασιλέων, τοῦ τε γαμβροῦ καὶ τοῦ υἱοῦ, εἰς Τένεδον αὐτοῦ ἐδεῖτο πρεσβευτὴς πρὸς βασιλέα τὸν νέον ἀφικέσθαι, ὥστε τὸν πρὸς ἀλλήλους διαλῦσαι πόλεμον, πείσας βασιλέα τὸν νέον ἑλέσθαι, ἃ βουλεύοιτο βασιλεὺς ὁ κηδεστής. βασι 3.282 λεῖ δὲ ἐδόκει μᾶλλον, παρεσκευασμένων τῶν τριηρέων καὶ δαπάνης οὐδεμιᾶς διὰ τοῦτο δεομένων, αὐτὸν ἀφικέσθαι πρὸς τὴν νῆσον καὶ διαλύειν τὴν πρὸς βασιλέα τὸν γαμβρὸν διαφοράν. ᾤετο γὰρ, εἰ μόνον πείθοιτο αὐτὸν γενόμενον ἐγγὺς, αὐτίκα προσδραμεῖσθαι καὶ συγγνώμην ἐφ' οἷς προσκέκρουκεν αἰτήσειν· προπαρεσκευασμένον δὲ ὄντα καὶ αὐτὸν πρὸς τὴν διάλυσιν, ῥᾷστα πρὸς τὴν εἰρήνην αὖθις τὰ Ῥωμαίων καταστήσειν πράγματα. τοιαύτῃ μὲν ἐξέπλευσε γνώμῃ Βυζαντίου, ἔχων καὶ Ματθαῖον βασιλέα τὸν υἱὸν ἐν ταῖς τριήρεσιν ἅμα βασιλίδι τῇ συζύγῳ, ὡς ἂν ἐκεῖνοι μὲν ἐν Αἴνῳ ἀποβαῖεν, ὡς ἐκεῖθεν εἰς ∆ιδυμότειχον ἀφιξόμενοι καὶ τὴν Ἀδριανοῦ, αὐτὸς δὲ ἐπὶ τὴν τοῦ γαμβροῦ τράποιτο διάλυσιν. οἷα δὲ οὐκ ἐπὶ μάχην καταπλέων, ἀλλ' εἰρήνης μᾶλλον ἕνεκα, οὐ προσέσχεν ἐπὶ Τένεδον αὐτίκα, ἀλλ' ἐπί τι νησίδιον ἀοίκητον ἐγγὺς Τενέδου, Μαυρία προσαγορευόμενον, καὶ διήγαγεν ἐκεῖ τὸ λεῖπον τῆς ἡμέρας καὶ τὴν ἐπιοῦσαν νύκτα. εἰς τὴν ὑστεραίαν δὲ ἄρας ἐκεῖθεν, ἐφ' ἕτερον ὡρμίζετο νησίδιον, ἅγιον Ἀνδρέαν προσαγορευόμενον, ἐλπίζων, ἀφίξεσθαι πρεσβείαν παρὰ βασιλέως τοῦ γαμβροῦ περὶ εἰρήνης. ὡς δὲ οὐδὲν ἀπήντα κατ' ἐλπίδας, τῶν γὰρ συνόντων αὐτῷ τινες ναυάρχων δύσνως ἔχοντες, πέμψαντες πρὸς βασιλέα τὸν νέον, παρῄνουν μὴ δέχεσθαι τὴν εἰρήνην, ἀλλ' αἱρεῖσθαι τὸν πόλεμον μᾶλλον, ὡς αὐτῶν συγκατεργασομένων πάντα, οὐδ' οὕτω μὲν ἐπὶ τὴν πόλιν ἧκε τὴν κατὰ τὴν νῆσον, ᾗ διέτρι 3.283 βεν ὁ βασιλεὺς, ἀλλ' ἐφ' ἕτερον μέρος πρὸς τὸν Βόριον ὠνομασμένον ἐγχωρίως ποταμὸν, ὡς ὑδρευσομένων δῆθεν τῶν τριηριτῶν ἐκεῖθεν. οἱ τῷ νέῳ δὲ βασιλεῖ συνόντες ὁπλῖται καὶ ἱππεῖς, τῶν τριηρέων καταγομένων, ἐλθόντες ἐπὶ τὸν ποταμὸν ἔβαλον ἀπὸ τῆς γῆς καὶ κωλύειν ἐπειρῶντο τὴν ἀπόβασιν. οἱ δὲ βιασάμενοι ἀπέβησαν καὶ ὑδρεύσαντο ἐκεῖθεν. ὁρῶν δὲ ὁ βασιλεὺς πρὸς οὐδὲν ὀνήσουσαν τὴν καρτερίαν, οὔτε γὰρ πολεμεῖν ᾑρεῖτο τῷ γαμβρῷ καὶ κακοῦν τὴν νῆσον, οὔτε περὶ τῆς εἰρήνης οὐδεμία ἔτι ὑπελείπετο ἐλπὶς, βασιλέως τοῦ νέου οὐ μόνον οὐ πρεσβευσαμένου, ὥσπερ ἤλπιζεν, ἀλλὰ καὶ φανερῶς ἐξαγομένου πρὸς τὸ πολεμεῖν, τάχιστα ἐκεῖθεν ἀπεχώρει εἰς τὴν Αἶνον, ἔνθα Ματθαῖος ἀπέβαινεν ὁ νέος βασιλεὺς μετὰ τῆς γυναικὸς, κἀκεῖθεν ἀπεχώρει ἐπὶ ∆ιδυμότειχον καὶ τὴν Ἀδριανοῦ· Καντακουζηνὸς δὲ ὁ βασιλεὺς τέτταρας ἡμέρας πρὸς τῇ Αἴνῳ διατρίψας, εἰς Βυζάντιον ἀνέστρεφε. Παλαιολόγος δὲ ὁ βασιλεὺς αὖθις ὑπελείπετο ἐν τῇ Τενέδῳ, καὶ ὅσα πράττειν ὑπὲρ τῆς ἀρχῆς ἐξῆν, ἠμέλει οὐδενός· ἔφασκε δὲ ὕστερον ἐν τῆς εἰρήνης τοῖς καιροῖς, ὡς, ἐπιπλέοντος αὐτῷ βασιλέως τοῦ κηδεστοῦ, διαλεχθεῖεν μὲν κρύφα καὶ οἱ ναύαρχοι, μὴ δέχεσθαι τὴν εἰρήνην, μηδὲ πρεσβείαν τινὰ ποιεῖσθαι πρὸς αὐτόν. ἐκεῖνον μέντοι μὴ τούτου ἕνεκα ἀποσχέσθαι τῆς εἰρήνης, εἰδέναι γὰρ ἐκείνους οὐ τὰ βελτίω καὶ κοινῇ λυσιτελοῦντα συμβουλεύοντας, ἀλλ' ὅτι Ματθαῖος ὁ υἱὸς συνῆν, σφόδρα ἄχθεσθαι καὶ δυσανασχετεῖν, εἰ δόξειεν αὐτὸς ἐκείνου δεῖσθαι καὶ αὐτο 3.284 μολεῖν ἐπὶ τῷ δέχεσθαι τῆς βασιλείας κοινωνὸν, ὥσπερ ἀπαγορεύσαντα πρὸς τὸν πόλεμον καὶ τὴν γνώμην ἡττημένον. ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ Σουλιμὰν ὁ τοῦ Ὀρχάνη ἐπεστράτευσε Γαλάταις μεγάλῳ στρατοπέδῳ ὑπὸ