508
τῶν ἑῴων Σκυθῶν κατεχομένοις, καὶ ἐξεπολιόρκησε κατὰ τὸ θέρος ἐκεῖνο δύο πόλεις τὰς ἐπιφανεστέρας παρ' αὐτοῖς, Ἄγκυραν καὶ Κράτειαν. ἐκεῖθεν δὲ ὑποστρέψας νικητὴς φθινοπώρου ἀρχομένου, πρεσβείαν ἔπεμψεν αὐτός τε καὶ ὁ πατὴρ πρὸς Καντακουζηνὸν τὸν βασιλέα, φάσκοντες ἐθέλειν αὐτῷ παραδιδόναι τὰς κατὰ τὴν Θρᾴκην πόλεις, ὥσπερ ἐπηγγείλαντο· ἐπ' αὐτῷ δὲ εἶναι παραλαμβάνειν, ἡνίκα ἂν ἐθέλοι. πολλὰς δὲ αὐτοῖς ὁμολογήσας χάριτας ὁ βασιλεὺς τῆς εἰς αὐτὸν εὐνοίας καὶ τοὺς πρέσβεις δώροις φιλοτίμως ἀμειψάμενος ἀπέπεμψε, προθεσμίαν θέμενός τινα, ἐν ᾗ αὐτόν τε ἔδει καὶ τοὺς παραδώσοντας τὰς πόλεις εἶναι πρὸς τὴν Θρᾴκην, ὥστε, τῶν βαρβάρων ἐξελαυνομένων, ἀντεισάγειν αὐτὸν φρουροὺς καὶ προνοεῖσθαι τῶν πόλεων, ὡς ἂν μάλιστα αὐτῷ δοκῇ. καὶ παρεσκευάζετο πρὸς τοῦτο. ἐν τούτῳ δὲ Παλαιολόγος ὁ βασιλεὺς τριήρη μίαν, ἥνπερ εἶχεν, ἐφοπλίσας καὶ μονήρεις τινὰς συμπορισάμενος ἐκ Τενέδου ἀθρόον, μηδενὸς εἰδότος, ἐπέπλευσε Βυζαντίῳ καὶ ἐγένετο νυκτὸς ἔνδον τοῦ ἐν Ἑπτασκάλῳ νεωρίου. τῆς φήμης δὲ διαδοθείσης πρὸς τὴν πόλιν, σύγχυσις δεινὴ καὶ ἀταξία τὸ πᾶν κατεῖχε, καὶ ὁ δῆμος ὥρμητο μὲν βασιλεῖ τῷ νέῳ συμμαχεῖν, τὴν δὲ Καντακουζη 3.285 νοῦ τοῦ βασιλέως δεδοικότες δύναμιν, ἤλπιζον γὰρ αὐτὸν αὐτίκα χωρήσειν ἐπὶ μάχην, συνεστέλλοντο καὶ ὑπεχώρουν. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἐπεὶ πύθοιτο ἔνδον Βυζαντίου ὄντα βασιλέα τὸν γαμβρὸν, τὸ μὲν ἐπὶ μάχας χωρεῖν καὶ φόνους ἀπηγόρευε παντάπασι, παρόντος δὲ καὶ Κυδώνη, ὃς ἔνδον βασιλείων διέτριβεν ἀεὶ, οὐ μόνον διὰ τὴν εὐμένειαν, ἣν πολλὴν παρὰ βασιλέως ἐκαρποῦτο, ἀλλ' ὅτι καὶ τοῖς πράγμασι μεσάζων ἀνάγκην εἶχεν ἀεὶ συνεῖναι βασιλεῖ νύκτωρ καὶ μεθ' ἡμέραν, πρὸς Εἰρήνην βασιλίδα τὴν γυναῖκα εἶπεν. «εἰ μὲν μὴ πρότερον ἐδέδοκτο ἡμῖν τῶν πραγμάτων ἀναχωρεῖν καὶ τῶν θορύβων, καὶ μοναχῶν ἐνδύντας σχῆμα, πρὸς τὴν μέλλουσαν ἐκείνην εὔκλειαν ἐπείγεσθαι καὶ εὐδοξίαν, οὐδὲν ἂν ἦν ἀναγκαιότερον, οὐδὲ μᾶλλον λυσιτελοῦν ἐν τῷ παρόντι ἢ τὴν στρατιὰν ἀναλαβόντα, χωρεῖν εὐθὺ τῶν πολεμίων, καὶ φείδεσθαι μηδενὸς, ἀλλὰ διὰ πάντων ἰέναι, ἄχρις ἂν ἐξελάσαιμεν τῆς πόλεως· ὃ μάλιστα ῥᾷστα ἂν κατειργασάμεθα, ὅσον ἀπό τε τῆς ἐκείνων ἀδυναμίας καὶ τῆς ἡμετέρας δυνάμεως ἔστι στοχάζεσθαι. εἰ δὲ νικῶσί τε ὁμοίως καὶ ἡττωμένοις τὸ τῶν πραγμάτων ἀναγκαίως πρόκειται ἀποχωρεῖν, τί δεῖ φόνων καὶ πολέμων ἡμῖν, οὐδὲν πλέον ἕξουσιν ἐκ τούτων, ἢ τὰς ἐκ τῶν φόνων κηλῖδας καὶ τοὺς διὰ βίου τοῦ συνειδότος δεινοὺς ἐλέγχους, ἐῶ γὰρ τὰς ἐν τῷ μέλλοντι βίῳ τοῖς τοιαῦτα τολμῶσιν ἀποκειμένας τιμωρίας, ἀλλὰ μὴ πρόφασιν τὴν βασιλέως θεμένους ἐπιδημίαν, 3.286 πάντα καταλείπειν καὶ μόνου γίνεσθαι τοῦ σώζεσθαι; εἰ δὲ μὴ διαλελυκέναι τὸν πόλεμον ἠδυνήθημεν τῷ τε υἱῷ καὶ τῷ γαμβρῷ, ἀλλ' ὑπολέλειπται αὐτοῖς ἡ ἔρις περὶ τῆς ἀρχῆς, ἀλλ' ἐκεῖνο χρὴ σκοπεῖν, ὡς, εἰ μὲν αἱμάτων χωρὶς καὶ φόνων πράττειν τοῦτ' ἐξῆν, ὥσπερ ἐβουλόμεθα, ἦν ἂν ἔργον ἄξιον εὐχῆς. νυνὶ δὲ εἰς τοιαύτην ἀνάγκην περιέστηκεν ἡμῖν τὰ πράγματα, ὥστ' ἢ ἑκόντας ὑποχωρεῖν, ἢ μαχομένους κτείνειν τοὺς πολεμίους, ἢ αὐτοὺς ἀποθνήσκειν, ἂν συμβαίη. ὅτε τοίνυν τό,τε ἡττᾶσθαι τῶν αἰσχίστων καὶ δεινὸν, καὶ τὸ νικᾷν ὁμοίως οὐδεμιᾶς ἀπολείπεται κακοπραγίας, ὅτου ἕνεκα μὴ τὸ κοινῇ τε ὁμοίως καὶ ἡμῖν αἱρησόμεθα λυσιτελοῦν;» πρὸς ταῦτα οὐδ' ἡ βασιλὶς ἀνένευεν, ἀλλὰ ἐπείθετο τῷ βασιλεῖ βουλευομένῳ τὰ βελτίω. ἐν βασιλείοις δὲ τῶν μάλιστα εὔνων βασιλεῖ τῷ Καντακουζηνῷ συνηθροισμένων, οὐ τῶν στρατιωτῶν μόνων, ἀλλὰ καὶ τῶν εὐγενεστέρων οὐκ ὀλίγων, θόρυβος ἦν καὶ ταραχὴ, καὶ πάντες ἐπιέναι δεῖν τοῖς πολεμίοις συνεβούλευον. μάλιστα δὲ ἐθορύβουν τὸ ἐκ Κατελάνων μισθοφορικὸν καὶ ἠξίουν βασιλέα τοῖς πολεμίοις ἐπάγειν σφᾶς, ὡς ῥᾳδίως ἐξελάσοντας τῆς πόλεως. ὁ δὲ τό,τε μάχεσθαι παντάπασιν ὡς ἀλυσιτελὲς ἀπειρηκὼς, τῇ τε στρατιᾷ τὴν γνώμην, ἥνπερ ἔχει περὶ τῶν πραγμάτων, φανερὰν ποιεῖν μὴ προσήκειν οἰηθεὶς, ὑφαιρήσειν γὰρ ἂν αὐτῶν οὐκ ὀλίγον τῆς τόλμης καὶ τῆς περὶ αὐτὸν σπουδῆς καὶ προθυμίας,