509
ὥσπερ ἦν εἰκὸς, λογισαμένους, ὡς οὐδεὶς ἀμεί 3.287 ψεται αὐτοὺς τῆς ἀνδραγαθίας χάριν, ἂν βασιλεὺς τοῦ ἄρχειν ἀποστῇ, λόγοις παράγειν ἐπειρᾶτο καὶ ἀμβλύνειν τὴν ὁρμήν. «εἰ μὲν γὰρ πρὸς ἀλλοφύλους» ἔφασκεν «ἦν ὁ πόλεμος ἡμῖν, οὓς ἄν τις ἀποκτείνας καθαρὰν σχοίη καὶ λύπης ἀμέτοχον τὴν ἐκ τῆς νίκης ἡδονὴν, οὐκ ἂν οὐδ' αὐτὸς μέλλειν ὑμῖν, οὐδ' ἀναδύεσθαι τὴν μάχην συνεβούλευσα, ἀλλ' αὐτίκα ἐπιέναι. νικῶντές τε γὰρ ἂν ἀνδρίας καὶ τόλμης εὔκλειαν ἠράμεθα, καὶ ἀποθνήσκουσι πάσης εὐδοξίας κατελείπετο μνημεῖον, ὥσπερ ἦν προσῆκον ἀνδράσιν ἀγαθοῖς ἠγωνισμένοις. νυνὶ δὲ τὸ συγγενεῖς τε μάλιστα καὶ ὁμοφύλους εἶναι τοὺς ἀντικαθισταμένους, πᾶσαν περιῄρηκεν ἡμῶν φιλοτιμίαν. ὁμοίως γὰρ καὶ ἡττώμενοι καὶ νικῶντες πολλὴν ἐν τοῖς εἰσέπειτα προστριψόμεθα τὴν ἀδοξίαν ἑαυτοῖς. ἀλλ' εἴ τι πείθεσθαί μοι δεῖ, πολλῶν πολέμων ἐμπείρῳ καὶ πραγμάτων διὰ βίου παντὸς γεγενημένῳ καὶ καλῶς εἰδότι πραγμάτων χρῆσθαι μεταβολαῖς καὶ δυσχερείαις, τούτους μὲν ἐᾷν προσῆκον εἰκῆ καὶ μάτην κοπτομένους καὶ ἀνήνυτα πονοῦντας, σαφῶς εἰδότας, ὡς οὐδὲν δυνήσονται πλέον ἀπώνασθαι τῆς μοχθηρίας· αὐτοὺς δὲ σωφρόνων ἐχομένους λογισμῶν καὶ προσηκόντων ἀνδράσι ἀγαθοῖς, τὴν ἐκ τῶν ἄλλων πόλεων περιμένειν στρατιάν. ὅ,τε γὰρ υἱὸς ἀφίξεται τάχιστα μετὰ τῆς στρατιᾶς πεπυσμένος τὸ συμβὰν, καὶ Νικηφόρος δεσπότης ὁ γαμβρὸς, Ἀσάνης τε ὁ σεβαστοκράτωρ καὶ οἱ ἄλλοι ἡγεμόνες, οὓς αὐτὸς διὰ γραμμάτων μεταπέμψομαι. ἐκεί 3.288 νων δὲ ἁπάντων γενομένων ἐνταυθοῖ, οὐδὲ εἰς χεῖρας τολμήσουσιν ἰέναι οἱ πολέμιοι, ἀλλ' οἰχήσονται, τῇ ὄψει μόνῃ καταπλαγέντες, καὶ ἀναιμωτὶ τὴν νίκην παραδώσουσιν ἡμῖν.» ταῦτα εἶπε, καὶ αὐτίκα πρός τε τὸν υἱὸν καὶ τοὺς ἄλλους εἰς Βυζάντιον ἰέναι τὴν ταχίστην γράμματα ἔπεμπεν ὑπὸ ταῖς ὄψεσιν ἁπάντων. ἔγραφε δὲ καὶ τοῖς κατὰ τὴν Θρᾴκην ἡγεμόσι τῶν βαρβάρων, κατὰ τάχος καὶ αὐτοὺς ἥκειν συμμαχήσοντας. πάντα δὲ ταῦτα τῶν συνόντων ἕνεκα ἐπλάττετο. αὐτὸς γὰρ ἤδη παρεσκεύαστο τῶν πραγμάτων ἀποχωρεῖν καὶ καταλείπειν τὴν ἀρχήν. καίτοι γε εἰ καὶ τὰ μάλιστα ὥρμητο ἀντιποιεῖσθαι τῆς ἀρχῆς καὶ τοῖς ἐπιοῦσιν ἀντικαθίστασθαι πρὸς μάχην, οὐδ' οὕτως ἂν ἐχρήσατο τῇ δυνάμει τῶν βαρβάρων. Φιλόθεος γὰρ ὁ πατριάρχης μετὰ τὸ τῶν ἱερῶν ἐπιβῆναι θρόνων προσελθὼν καὶ διαλεχθεὶς περὶ τοῦ πράγματος, ὡς οὐκ ἂν ἀρέσκοι θεῷ τοῖς ἀπὸ Χριστοῦ καλουμένοις τὴν βαρβαρικὴν ἐπάγειν δύναμιν καὶ διαφθείρειν τοὺς οὐδὲν ἠδικηκότας γεωργούς τινας ἢ καὶ στρατιώτας ἀγομένους ὑπὸ τῷ σφῶν δεσπότῃ καὶ πᾶσαν ἀνάγκην ἔχοντας τὰ κελευόμενα ποιεῖν, τῶν ἀδικούντων μάλιστα ἐν ἀσφαλείᾳ ὄντων. καὶ γὰρ καὶ κατὰ τὸν τοῦ ἐμφυλίου πολέμου χρόνον τῶν ἐλαυνόντων καὶ συκοφαντούντων οὐδενὸς ἢ ὀλίγων τῆς μοχθηρίας δίκας δόντων, τὰ μυρία πλήθη τῶν οὐδὲν εἰσενηνεγμένων εἰς τὸν πόλεμον ἀπώλετο· καὶ ὕστερον Κράλη ἀδικοῦντος καὶ ἐπιορκοῦντος καὶ τῆς ἀρχῆς οὐκ ὀλίγον μέ 3.289 ρος παραιρουμένου, στρατιὰν βαρβαρικὴν ἐπαγαγὼν, τὸν μὲν ἀδικοῦντα ἐλύπησεν ὀλίγα ἢ οὐδὲν, μυρίοις δὲ ἄλλοις αἴτιος ἐγένετο μεγάλων συμφορῶν ἐξανδραποδισθεῖσι καὶ ἀπολομένοις ὑπὸ τῶν βαρβάρων. ἐφ' οἷς καὶ αὐτὸν καταψηφιζόμενον εἰδέναι ἑαυτοῦ, ὡς τῶν μὲν ἀδικούντων ἕνεκα καὶ σφόδρα οἴεσθαι δίκαια ποιεῖν τοῖς τε ἀλλοφύλοις ἀμυνόμενον ἀδικοῦσι διὰ τῆς βαρβαρικῆς δυνάμεως, τῆς Ῥωμαίων πρὸς ἄμυναν οὐκ ἐξαρκούσης διὰ τὸ ὑπὸ τῶν ἐμφυλίων πολέμων διεφθάρθαι, καὶ τοῖς ὁμοφύλοις ἐπάγοντα, ὅτε ἐπολέμουν, ἵνα μὴ αὐτοὶ χρησάμενοι αὐτόν τε καὶ τοὺς συνόντας διαφθείρωσι. πρὸς δὲ τοὺς ἀπολλυμένους οὐδεμίαν ἔχειν εὔλογον ἀπολογίαν, εἰ τῆς ἑτέρων ἕνεκα ἀγνωμοσύνης δίκας ἔδοσαν αὐτοί. καὶ δεηθεὶς, μηκέτι χρήσασθαι βαρβάροις κατὰ τῶν ἀπὸ Χριστοῦ καλουμένων, κἂν ἀλλόφυλοι ὦσι καὶ τὰ μέγιστα ἠδικηκότες, ἀλλ' ἐπιτρέπειν θεῷ τὴν κατ' ἐκείνων δίκην, ᾧ ῥᾴδιον τοὺς ἀδικοῦντας καταστέλλειν, κἂν τὰ μέγιστα φυσῶσι, καὶ ταύτην τὴν χάριν θεῷ καταθεῖναι πρῶτον καὶ αὐτῷ τὸ μὴ τοιαύταις κηλῖσι καταχραίνειν τὴν ψυχὴν, ἐπείθετό τε ὁ βασιλεὺς καὶ ὑπέσχετο μηκέτι κατὰ μηδενὸς