510
χρήσεσθαι βαρβάροις, φάμενος οὐδὲν ἔχειν πρὸς οὕτως ἀληθῆ καὶ δικαίαν ἀντειπεῖν παραίνεσιν, ἀλλὰ καὶ πολλὴν αὐτῷ εἰδέναι χάριν, ὅτι τοῦ μὴ ἁμαρτάνειν ἕνεκα πρόνοιαν αὐτοῦ ποιοῖτο, καὶ ὡς καὶ παρὰ θεῷ ἐψηφισμένα δέχεσθαι τὰ εἰρημένα· ἃ καὶ ὕστερον ἐφύλαττεν ἀκριβῶς καὶ 3.290 οὐδὲν διενοεῖτο τῶν ἐπηγγελμένων παραβαίνειν. τοῦ δὲ μὴ τοὺς περὶ αὐτὸν ἕνεκα θορυβεῖσθαι, ἀλλ' ἐλπίζοντάς τι δράσειν, ὧν ἐβούλοντο, ἠρεμεῖν, ἄχρις ἂν αὐτὸς εὖ διάθηται τὰ κατ' αὐτὸν καὶ τῶν ἀπὸ τοῦ βίου θορύβων ἀπαλλαγῇ, ἐπλάττετο τοιαῦτα. βασιλεὺς δὲ ὁ νέος ἐν τῷ νέῳ νεωρίῳ περιμείνας ἄχρις ἐπιγένηται ἡμέρα, ἐπεὶ μηδεὶς ἀντεπῄει καὶ ὁ δῆμος ἤδη ἅπας ἐπὶ τὸν πρὸς Καντακουζηνὸν τὸν βασιλέα πόλεμον ἐτράπετο, καὶ ὁ μὲν τὰς οἰκίας τῶν ἐκείνῳ προσεχόντων διεπόρθει, μάλιστα Φακεωλάτου καὶ τῶν κατὰ γένος προσηκόντων, οἷα δὴ αἰτιωτάτων γενομένων τοῦ Βυζάντιον ἐκεῖνον ἐν τῷ τοῦ πολέμου χρόνῳ προδοσίᾳ κατασχεῖν, τῶν ἄλλων δὲ τὴν ἐν τῷ νεωρίῳ βασιλικὴν διαρπασάντων ὁπλοθήκην καὶ ὁπλισαμένων καὶ προκαλουμένων βασιλέα ἐπάγειν σφᾶς ἐπὶ τὸν κηδεστὴν, ἀναθαρσήσας ἤδη καὶ αὐτὸς, ἐπὶ τὰ βασίλεια ἐχώρει, καὶ ἐπὶ τὴν Πορφυρογεννήτου οἰκίαν ἐλθὼν, ηὐλίσατο ἐκεῖ. μʹ. Εἰς τὴν ὑστεραίαν δὲ ὁ δῆμος αὖθις ἀλόγῳ φερόμενος ὁρμῇ τὰς διηρπασμένας τῇ προτεραίᾳ οἰκίας κατεστρέφετο, καὶ καθῄρουν τὰς ξυλώσεις. ἔπειτα εἰς τὰ βασίλεια ἐλθόντες, τὸ λεγόμενον Καστέλλιον διεπόρθησαν, ἀφύλακτον εὑρόντες, καὶ διήρπασαν τῶν ἐνοικούντων τὰς οἰκίας· καὶ ἐπὶ τὰ βασίλεια ἰόντες οὐχ ἅμα πάντες, ἀλλὰ σποράδην καὶ ἀσύντακτοι, ἠκροβολίζοντο ἐκ διαλειμμάτων διὰ πάσης τῆς 3.291 ἡμέρας. καὶ ἔπιπτόν τινες αὐτῶν παὶ ἐπιτρώσκοντο βαλλόμενοι ὑπὸ τῶν ἔνδον. οἵ τε Κατελάνοι ἐξελθόντες τούς τε μαχομένους ἀπεώσαντο καὶ πῦρ ἐνίεσαν ταῖς πρὸ τῶν βασιλείων οἰκίαις καὶ ἐνέπρησάν τινας. εἰς τοῦτο δὲ στάσεως καὶ ταραχῆς ἀφιγμένων τῶν πραγμάτων, καὶ ὁ πατριάρχης Φιλόθεος δείσας τὴν ἔφοδον τοῦ δήμου, ἀπεχώρει τοῦ πατριαρχείου καὶ κατεκρύπτετο. ὑπώπτευε γὰρ καὶ βασιλέα τὸν νέον ἀηδῶς ἔχειν πρὸς αὐτὸν, οἷα δὴ Καλλίστου τοῦ πατριάρχου ἐξωσθέντος ἀντεισαχθέντα, ὃς ἐδόκει πάντα πράττειν καὶ ὑφίστασθαι ὑπὲρ ἐκείνου. τρίτῃ δὲ ἡμέρᾳ βασιλεὺς ὁ νέος τὸν ἐπὶ τοῦ Κανικλείου Ἄγγελον πρὸς βασιλέα πέμψας πρεσβευτὴν, πρός τε πρεσβείας ὄντα ἐπιτηδειότατον διὰ σύνεσιν καὶ παιδείαν καὶ παρὰ βασιλεῖ τῷ Καντακουζηνῷ πολλῆς τῆς εὐμενείας ἀπολαύοντα, διελέγετο περὶ συμβάσεων, ὥστε ἀμφοτέρους μένειν ἐπὶ τῆς ἀρχῆς, ὅρκους θεμένους πρὸς ἀλλήλους ἀμνηστίας τῶν διαφορῶν. Καντακουζηνός τε ὁ βασιλεὺς ἐδέχετο προθύμως τὴν πρεσβείαν. τοῦτο γὰρ καὶ μάλιστα πάντων ἐσπουδάζετο αὐτῷ, ὥστε τοῦ πρὸς ἀλλήλους τῶν Ῥωμαίων πολέμου παυσαμένου, τῶν πραγμάτων αὐτὸν ἀναχωρεῖν. καὶ ἐγένοντο οἱ ὅρκοι ἐπὶ τούτοις, ὥστε βασιλέα μὲν τὸν Καντακουζηνὸν καὶ Ἰωάννην τὸν νέον βασιλέα ἄρχειν τῶν πραγμάτων, παραχωρεῖν δὲ τὸν νέον τῶν πρωτείων ἐν πᾶσι τῷ πρεσβυτέρῳ καὶ πᾶσαν αἰδῶ καὶ εὐπείθειαν, ὥσπερ καὶ πρότερον, αὐτῷ παρέχεσθαι. τῶν δὲ ἐκ τῶν δημοσίων φόρων εἰσπραττομένων χρημάτων ἐτησίως, 3.292 ὅσων μὲν ἂν δέοιντο πρός τε τὸ μισθοφορικὸν τῆς στρατιᾶς καὶ τῶν τριηρέων παρασκευὴν καὶ τὰς δεούσας ἑτέρας δημοσίας διοικήσεις, ὑπὸ τῶν πρυτάνεων, ὥσπερ ἔθος, ταῦτα ἀναλίσκεσθαι· ἃ δ' ἂν ὑπολίποιτο ἐπέκεινα τῆς χρείας, ταῦτα συμμερίζεσθαι τοὺς βασιλέας τῶν πρὸς τὰς οἰκίας ἕνεκα ἀναλωμάτων ἐπίσης ἑκατέρους. τούτων δὲ οὐ δεόμενος βασιλεὺς ὁ Καντακουζηνὸς ἀπῄτει τοὺς ὅρκους, ᾔδει γὰρ ἀναχωρήσων τῶν πραγμάτων τάχιστα, τιμῆς δὲ μόνης ἕνεκα τοῦ μὴ νομίζεσθαι ἔλαττον τοῦ νέου βασιλέως ἐσχηκέναι. τοῖς τε πεπολεμηκόσι πρὸς αὐτοὺς ὑπὲρ ἀλλήλων μηδεμίαν εἰσπράττειν δίκην, μήτε Καντακουζηνὸν τὸν βασιλέα, μήτε τὸν γαμβρὸν, ἀμυνομένους τῆς εἰς αὐτοὺς ἀγνωμοσύνης, μήτε ζώντων ἀμφοτέρων βασιλέων, μήτ' εἰ συμβαίη τὸν ἕτερον γενέσθαι ἐξ ἀνθρώπων, ἀλλὰ πᾶσαν ἀμνηστίαν παρέχειν τῶν τετολμημένων καὶ μήτε προσόδων, μήτε τῶν τιμῶν ἀποστερεῖν, ἃς ἔχουσι.