511
Ματθαῖον δὲ βασιλέα τὸν Καντακουζηνὸν μένοντα ἐπὶ τοῦ σχήματος, τὴν Ἀδριανοῦ κατέχειν καὶ τὰς κατὰ τὴν Ῥοδόπην τοῖς Ῥωμαίοις ὑπηκόους πόλεις, διὰ βίου αὐτόνομον ὄντα καὶ ἀνεύθυνον κεκτημένον τὴν ἀρχὴν, καὶ βασιλέα τὸν νέον Ἰωάννην πόλεμον μηδέποτε πρὸς ἐκεῖνον περὶ τῶν ἐνδεδομένων πόλεων κινεῖν. ἐπὶ τούτοις δὲ ἀποδοῦναι Καντακουζηνὸν τὸν βασιλέα τῷ νέῳ καὶ τὸ κατὰ τὴν Χρυσῆν καλουμένην πύλην φρούριον, ὃ κατεῖχεν αὐτὸς φρουρᾷ Λατινικῇ, καρτερώτατον ὂν καὶ ἀνάλωτον σχεδὸν ἐκ τῆς 3.293 κατασκευῆς· ᾧ πύργοι μὲν ἦσαν δύο τῶν ἐκ τοῦ περιβόλου Βυζαντίου, ὧν μεταξὺ ἡ πρὸς τὴν πόλιν εἰσάγουσα πύλη ἦν. οἱ πύργοι δὲ μέγιστοι μεγέθει ὄντες, οὐ κατὰ τοὺς ἄλλους ἦσαν ᾠκοδομημένοι, ἀλλ' εὐθὺς ἐπὶ μήκιστον ὕψους ἐξαρχῆς μαρμάροις μεγάλοις ὑπὸ λιθουργῶν εἰς τοῦτο κατεσκευασμένοις ἦσαν συντεθειμένοι, ὑπ' ἄκρας συμφυΐας πρὸς ἀλλήλους οὐδεμιᾶς ἑτέρας δεόμενοι ὕλης συνδεούσης, ἀλλ' ἥλοις μόνοις σιδηροῖς, ὡς λέγεται, καθὸ ἀλλήλων ἐπιψαύουσι κεχρημένοι πρὸς συνάφειαν, ὥστε ἔξωθεν δοκεῖν οὐκ ἐκ μερῶν συντεθειμένους, ἀλλ' αὐτολιθίνους εἰς τοῦτο ἀπεξεσμένους εἶναι. ὅθεν οὐδὲ ἐπιχείρησιν δοκοῦσιν οὐδεμίαν ἔχειν, μήτε διορυχθῆναι ὄντες δυνατοὶ, μήτε ἐκ μηχανῆς τινος ἢ τέχνης ἑτέραν μηδεμίαν ὑποστῆναι βλάβην. οὓς ἅμα βασιλεὺς ὁ Καντακουζηνὸς τῷ τῆς Ῥωμαίων ἀρχῆς ἐγκρατὴς γενέσθαι ἄνωθεν ἐπισκευάσας, ὅσα ἔδει, ἀτημελήτους ὑπὸ χρόνου ὄντας, εἰς τὸ διηνεκὲς φρουρᾷ κατεῖχεν, ὥσπερ ἀκρόπολίν τινα. τούτων δὴ τῶν ὅρκων ὑφ' ἑκατέρων ὀμωμοσμένων βασιλέων, ὅ,τε στασιασμὸς διελέλυτο αὐτίκα, καὶ βασιλεὺς ὁ νέος πᾶσαν ὑποψίαν ἀποθέμενος, ἧκεν εἰς βασίλεια πρὸς βασιλέα τὸν κηδεστήν. κἀκεῖνος ὑπεδέχετο ἡδέως ἐς τὰ μάλιστα καὶ πολλὴν ἐπεδείκνυτο φιλοφροσύνην. συγγενομένων δὲ ἀλλήλοις ἐφ' ἱκανὸν, καὶ περὶ ὅσων ἐδέοντο διαλεχθέντων, αὖθις ὁ νέος βασιλεὺς τῶν βασιλείων ἐξελθὼν, ἐν ᾗ καὶ πρότερον ηὐλίζετο οἰκίᾳ ἦν. μετὰ τὰς συμβάσεις δὲ ἧκεν ἐκ Βιζύης Ἀνδρόνικος Ἀσάνης ὁ σεβαστοκράτωρ μετὰ στρατιᾶς 3.294 ἐπικουρήσων βασιλεῖ τῷ Καντακουζηνῷ· ὃν ἐπὶ τρισὶν ἡμέραις ἔνδον βασιλείων διατρίψαντα μετὰ τῆς στρατιᾶς, αὖθις ἐξέπεμπεν ὁ βασιλεὺς εἰς τὴν οἰκίαν, τῆς μὲν προθυμίας ἕνεκα καὶ τῆς εὐνοίας ἐπαινέσας τῆς εἰς αὐτὸν, μὴ δεῖσθαι δὲ αὐτοῦ, συμβάσεις θέμενος πρὸς βασιλέα τὸν γαμβρὸν, εἰπών. ἔγραφε δὲ καὶ τῷ υἱῷ καὶ Νικηφόρῳ δεσπότῃ τῷ γαμβρῷ καὶ τοῖς ἄλλοις ἡγεμόσιν ἀναστρέφειν, τοῦ πολέμου ἤδη καταλελυμένου καὶ εἰρήνης ἐν τοῖς πράγμασι γεγενημένης. τὰ ἴσα δὲ καὶ τοῖς βαρβάροις ἔγραφε τοῖς κατὰ Θρᾴκην· καὶ γὰρ κἀκεῖνοι ᾔεσαν ἐπὶ Βυζάντιον μετακεκλημένοι ὑπὸ βασιλέως, ὥσπερ ἔφημεν· καὶ ἀνέστρεφον ἐκ μέσης τῆς ὁδοῦ. ἐκ δὲ τοῦ κατὰ τὴν Προποντίδα πρὸς τὴν ἕω Ἱεροῦ ἕτεροι βάρβαροι αὐτόκλητοι ἧκον οὐκ ὀλίγοι νυκτὸς ἄχρι βασιλείων, οἰόμενοι σφῶν δεήσεσθαι Καντακουζηνὸν τὸν βασιλέα, καὶ ἐδέοντο ἐπάγειν τοῖς πολεμίοις εἰσδεξάμενον. βασιλεὺς δὲ τῆς μὲν προθυμίας ἕνεκα καὶ τῆς εὐνοίας τῆς εἰς αὐτὸν χάριτας ὡμολόγει οὐκ ὀλίγας· συμβάσεις μέντοι ἔφασκε πρὸς βασιλέα τὸν γαμβρὸν καὶ ὅρκους θέμενος, αὐτῶν μὴ δεῖσθαι· καὶ ἐκέλευεν ἀναχωρεῖν πρὸς τὴν οἰκίαν. ταῦτα δὲ οὐ διὰ πρέσβεων μόνον ἐδήλου τοῖς βαρβάροις, ἀλλὰ καὶ δι' ἑαυτοῦ αὐτὸς, ἐκ βασιλείων ἔξω τειχῶν οὖσιν ἐκεῖνος διειλεγμένος νυκτὸς ὑπὸ λαμπάσι, τοῦτο παρέχοντος τοῦ τόπου, ὥστε δύνασθαι καὶ ὁρᾶσθαι καὶ ἀκούεσθαι διαλεγόμενον. ἐξιὼν μέντοι καὶ αὐτὸς τῶν βασιλείων πρὸς τὴν οἰκίαν, ἐν ᾗ βασιλεὺς ὁ γαμβρὸς διέτριβεν, ἀπῄει καὶ περὶ 3.295 τῆς διοικήσεως τῶν κοινῶν συνδιεσκέπτετο αὐτῷ. δεῆσαν δὲ καὶ περὶ τῶν ἐν Θρᾴκῃ βουλεύσασθαι βαρβάρων, εἰ πολεμητέα εἴη πρὸς αὐτοὺς ἢ μὴ, ἐν τῇ μεγάλου λογοθέτου οἰκίᾳ τοῦ Μετοχίτου μετὰ πάντων τῶν συγκλητικῶν καὶ τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων γενόμενοι οἱ βασιλεῖς, κατέστησαν εἰς λόγους. οἱ μὲν οὖν ἄλλοι ἀτάκτως ἐθορύβουν καὶ γνώμην ἕκαστος εἰσφέρειν ἐπεχείρουν, ἣ μάλιστα ἂν λυσιτελεῖν δοκοίη ὡς ἐν τοῖς παροῦσι. βασιλεὺς δὲ ὁ νέος καὶ τῶν συνόντων οἱ μάλιστα ἐν λόγῳ Καντακουζηνῷ τῷ βασιλεῖ