512
προσεῖχον καὶ ἀπεσκόπουν, ὁποίαν τινὰ περὶ τῶν προκειμένων γνώμην εἰσενέγκοι. καταστὰς δὲ καὶ αὐτὸς εἰς λόγους, εἶπε τοιάδε· «τὴν μὲν γνώμην ὑμῶν ὡς μᾶλλον ἐπὶ τὸ πολεμεῖν ἐπῆρται τοῖς βαρβάροις, οἰομένων ῥᾷστα περιέσεσθαι αὐτῶν, καὶ ἐν ὀλίγῳ χρόνῳ ἐκ πολλῶν ἐστι στοχάζεσθαι. ταῦτα μὲν οὖν ἐπί τι τέλος ἀγάγοι τὸ κρεῖττον δεξιὸν, ὥσπερ βούλεσθε αὐτοί. ἃ δὲ οἴομαι καὶ αὐτὸς ἐν τῷ παρόντι λυσιτελεῖν ἡμῖν, ταῦτα σημανῶ. οὐ σωφρόνων οἴομαι ἀνθρώπων, οὐδ' ἄλλως ἐμπείρων εἶναι, ὡρμημένους ἐπὶ πόλεμον μὴ πρότερον τήν τε ἑαυτῶν καὶ τὴν πολεμίων ἐπισκεψαμένους δύναμιν, τύχης θαῤῥοῦντας ἀπιστίᾳ, ἑαυτοὺς πρὸς τοὺς κινδύνους εἰσωθεῖν. τὸ μὲν γὰρ καὶ ὅπλοις καὶ χρήμασι καὶ πλήθει στρατιᾶς ἐῤῥωμένους εἶναι βέβαιον πρὸς σωτηρίαν· τύχη δὲ τὰ πλείω σφάλλεται. πρὸς οὓς δὲ ἡμῖν ὁ πόλεμός ἐστι βαρβάρους νῦν, οὐχ ὅσον ἀγνοεῖσθαι διαφέρουσιν. ἐμπειρίᾳ γὰρ τῇ πρὸς τὰς μάχας οὐδαμῶς ἀπολειπόμενοι ἡμῶν, πολλαπλα 3.296 σίους εἰσὶ τῷ πλήθει καὶ τῇ παρασκευῇ ἐῤῥωμενέστεροι καὶ πρὸς τὰς στρατείας ἑτοιμότεροι, ἀμισθὶ καὶ προῖκα στρατευόμενοι τῷ σφῶν δυνάστῃ. πρὸς δὲ τούτοις γῆν ἔχοντες πολλὴν καὶ πόλεις ἡμετέρας οὐ κατὰ τὴν Ἀσίαν μόνον, ἀλλὰ καὶ κατὰ τὴν Εὐρώπην, νῦν προθύμως ὑπὲρ τῶν λοιπῶν μαχοῦνται, εὐέλπιδες ὄντες, ὥσπερ ἐκ παραδειγμάτων, καὶ πρὸς τὰ λοιπά. ἡμῖν δὲ ἦν μέν ποτε δύναμις ἀξιόχρεως, οὐ πρὸς τοσούτους μόνον, ἀλλὰ καὶ πολλαπλασίους, οὐχ ὥστε ἐκ τῆς ἡμετέρας ἐξελαύνειν, ἀλλὰ καὶ περὶ τῆς οἰκείας ἐν κινδύνῳ καθιστᾷν. ἡ δὲ ἀξυνεσία καὶ ἀβουλία καὶ τὸ μὴ περὶ τῶν κοινῇ λυσιτελούντων ἄριστα βουλεύεσθαι, ἀλλ' ἕκαστον τὰ ἴδια εὖ τίθεσθαι σκοπεῖν, εἰς τοῦτο ἤγαγεν ἡμᾶς ἀδυναμίας νῦν, ὥστ' ἀγαπητὸν, ἂν μὴ καὶ τὰ ὄντα ἀπολέσωμεν, ἡγεῖσθαι. ἥ τε γὰρ στρατιὰ διέφθαρται ἡμῖν, ἐκ λαμπρᾶς καὶ περιφανοῦς ὀλίγη καὶ ἄπορος καθεστηκυῖα· καὶ τῶν κοινῶν προσόδων αἱ συντάξεις ἐκλελοίπασι παντάπασι. καὶ ὑμῶν τοὺς πλείους ἢ σύμπαντας σχεδὸν, εἰ μή τις χρήματα παράσχοι πρὸς τὸν πόλεμον, οὐκ ἂν οἴομαι ἀντισχήσειν ἐπιπλεῖστον ἀναλοῦντας ἐκ τῶν ὄντων. ἅπερ ἅπαντας ἐνθυμουμένους, οὐ τοῦτο μόνον χρὴ σκοπεῖν, ὅπως ἐκ τῆς εἰρήνης καταστῶμεν πρὸς τὸ πολεμεῖν, ἀλλ' ὅπως καὶ περιεσόμεθα τῶν πολεμίων ἢ μηδὲν ἐκ τούτου δυσχερὲς ὑπομενοῦμεν. ἐγὼ δὲ οὔτε ἀτολμίᾳ τοῦ πρὸς τοὺς βαρβάρους ὑμᾶς πολέμου ἀποσχέσθαι συμ 3.297 βουλεύω, οὔτε πρὸς ἀπέχθειαν αὐτῶν οὐδενὸς ἀπολείπομαι ὑμῶν, ἀλλ' αὐτός τε ἂν ἐξέτριψα ἡδέως ὁμοῦ τοι σύμπαντας βαρβάρους, εἴπερ οἷόντε, καὶ μεγίστην εὔκλειαν καὶ εὐδοξίαν τὸν ἐκείνων ὄλεθρον φέρειν ἂν ἐνόμισα ἐμοί· καὶ παρ' ἑτέρου πάσχοντάς τινος τὰ ἴσα εἶδον. οὐ μὴν ἀλλ' εἰ μὲν τούτων μὲν οὐδὲν ἐξῆν, ἔδει δὲ ἐμὲ παρ' ὁτουοῦν ἀποσφαγέντα, αὐτῷ τούτῳ τῷ ἀποθανεῖν ἐξώλεις γενέσθαι τοὺς βαρβάρους, ῥᾷστα ἂν καὶ τὴν φίλην προὔδωκα ζωὴν σὺν ἡδονῇ· τοσοῦτον ἀπεχθείας πρὸς αὐτοὺς περίεστιν ἐμοὶ, οὐ μόνον διὰ τὴν περὶ τὴν θρησκείαν ἄκραν ἐναντίωσιν, ἀλλ' ὅτι ἐκ πολλῶν ἐτῶν μεγάλα ἠδικήκασι Ῥωμαίους, πᾶσι λυμηνάμενοι σχεδὸν καὶ οὐδέπω μέχρι νῦν κόρον ἐσχήκασι τῆς ἀδικίας· ἀλλὰ καὶ ἐπὶ Θρᾴκην διαβάντες, πόλεις ἔχουσι πολλὰς καὶ πάντα τὰ ἡμῶν ἄγουσι καὶ φέρουσι. τίνος οὖν ἕνεκα οὕτως ἔχων πρὸς ἐκείνους ἀπεχθείας, οὔτε πρότερον αὐτὸς ὡρμήθην πολεμεῖν καὶ ὑμᾶς κωλύω νῦν προθυμουμένους; ὅτι τὴν ἐνοῦσαν ἐξετάζων δύναμιν, οὔτε πρότερον, οὔτε νῦν ἀξιόμαχον εὑρίσκω πρὸς τὸν πρὸς ἐκείνους πόλεμον. τί οὖν, ἄν τις φαίη, κελεύῃς ἡμᾶς καθάπαξ ἐγκαλυψαμένους καὶ τὴν οἰκείαν σωτηρίαν ἀπογνόντας, ἡσυχῇ φέρειν τὰς πληγὰς καὶ πάντα ὥσπερ ἐξ ἐπιτάγματος ὑπείκειν τοῖς βαρβάροις; οὐ τοῦτο ἔγωγε, φαίην ἂν, ἀλλὰ πολεμητέον μᾶλλον καὶ πρὸς τοῦ 3.298 το, εἴ τι ἕτερον, σπουδαστέον, οὐ μὴν ἀμαθῶς τοσοῦτον καὶ θρασέως, ὡς μηδὲν ἕτερον ἀπόνασθαι τῆς εὐτολμίας, ἢ καὶ τὰ ὄντα προσαπολεῖν πρὸς τῷ μηδὲ τῶν ἀφῃρημένων ἀνασώσασθαι μηδέν. τί οὖν ἐστιν, ὃ λέγω; ὅτι χρήματα πρότερον ποριστέον καὶ δύναμίν ποθεν ξενικὴν ἀξιόμαχον πρὸς τὴν τῶν πολεμίων. ὡς ἥ γε