513
ἡμῖν οἰκεία, κἂν τὰ μάλιστα ἔχῃ περιττῶς πρὸς τὴν παρασκευὴν, κἂν εἰς ἄκρον ἀνδρίας ἀφίκηται καὶ τόλμης, οὐδ' οὕτω πρὸς τοὺς πολεμίους ἔσται ἀξιόχρεως, ἕως ἂν τοσαύτη μένῃ, ὅση νῦν ἐστι. πρὸς τούτοις δὲ καὶ δύναμιν ναυτικὴν προπαρασκευάσασθαι χρεὼν, ὥστε κωλύειν τοὺς ἐπιβοηθοῦντας. ἂν γὰρ αὐτοὶ θαλασσοκρατῶσιν, οὐ μικρᾶς, οὐδ' εὐκαταφρονήτου δεησόμεθα δυνάμεως. οὐ γὰρ Ὀρχάνῃ μόνον ἀναγκασθησόμεθα ἐν Θρᾴκῃ πολεμεῖν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Ἀσίαν ἅπασι βαρβάροις, οἳ ἂν ὑφ' ἡμῶν βιάζωνται, προθυμότατα ἐπιμαχήσουσιν αὐτοῖς. τῶν γὰρ ἀθανάτων γερῶν, ἃ αὐτοῖς ὑπείληπται τοὺς ἐνταῦθα καλῶς βεβιωκότας ἀπολαμβάνειν, ἐκεῖνον ἐν ἀπολαύσει ἔσεσθαι ὁ πρὸς τὴν πλάνην καθηγησάμενος μάλιστα πέπεικεν αὐτοὺς, ὅστις ἂν πρὸς ἡμᾶς πολεμῶν ἢ πίπτοι μαχόμενος, ἢ ὡς πλείστους ἀποκτείνοι. ὧν δὴ ἕνεκα οὐ νῦν ἅπτεσθαι ὑμᾶς τοῦ πρὸς αὐτοὺς πολέμου συμβουλεύω, ἀλλὰ πρότερον ἐκπορίζειν τά τε χρήματα καὶ τοὺς συμμάχους. τὸ νῦν δὲ ἔχον πρεσβείαν πέμπειν πρὸς αὐτοὺς καὶ τὴν οὖσαν εἰρήνην ἐπικυροῦν καὶ πειρᾶσθαι προνοίᾳ μᾶλλον καὶ εὐβουλίᾳ τὰς 3.299 κατὰ τὴν Θρᾴκην πόλεις ἀνασώζεσθαι καὶ ἀπολαμβάνειν ὁμολογίᾳ, ὥσπερ παρεσκεύακα αὐτὸς, πολλὴν εἰς τοῦτο πρόνοιαν πεποιημένος. δυνατὸν γὰρ ἔτι καὶ νῦν, ἐὰν ἐθέλητε ὑμεῖς. ἐξεληλαμένων δὲ τῶν ἡμετέρων ὅρων τῶν βαρβάρων, ὅ,τε πρὸς αὐτοὺς πόλεμος, ἂν ἐθέλωμεν ἀναλαμβάνειν, ῥᾴων ἔσται, ναυτικῆς δυνάμεως δεησομένοις μόνον, καὶ Μυσοὺς καὶ Τριβαλοὺς, οὐδ' αὐτοὺς φαυλότερα ἀδικοῦντας, ἢ πείσομεν ἐπιτηδείους εἶναι καὶ ἀποδιδόναι τὰ ἡρπασμένα δεδιττόμενοι τοῖς βαρβάροις, ἢ καὶ ἀναγκάσομεν, ἂν βουλώμεθα, ἐπάγειν. ἃ μὲν οὖν λυσιτελεῖν ὑμῖν ἐγὼ νενόμικα ἐν τῷ παρόντι, τοσαῦτά ἐστιν. εἰ δ' ὑμῖν βουλευομένοις τἀναντία δόξειεν, εἰπεῖν μὲν, ὡς ἀσύμφορα αἱρήσεσθε, οὐκ ἀποκνήσω, εὔχομαι δὲ ἐμὲ τῶν λογισμῶν διαμαρτάνειν μᾶλλον, ἢ ὑμᾶς ψευσθῆναι τῶν ἐλπίδων.» τοιαῦτα μὲν ἐπ' ἐκκλησίας βασιλεὺς ὁ Καντακουζηνὸς περὶ τοῦ πρὸς τοὺς βαρβάρους πολέμου διειλέχθη, αἰνιξάμενός πως ἀμυδρῶς, ὡς αὐτὸς μετὰ μικρὸν ἀναχωρήσει τῶν πραγμάτων. οἱ δὲ συνεκκλησιάζοντες, ὅσοι μὲν μάλιστα ἐν λόγῳ ἦσαν, οὐδὲν ἀντεῖπον, οἱ δὲ νεώτεροι καὶ ἀφρονέστεροι πολλὰ τοὺς περὶ τῆς εἰρήνης λόγους καταμεμψάμενοι βασιλέως, αἰνιξάμενοί τε, ὡς καὶ πρότερον δυνάμενος μεγάλα βλάπτειν, εἰ πολεμεῖν ᾑρεῖτο τοῖς βαρβάροις, ἑκὼν ἠμέλει τοῦ κοινῇ λυσιτελοῦντος διὰ τὴν Ὀρχάνῃ συνοικοῦσαν θυγατέρα, καὶ νῦν ἑκὼν εἶναι τἀναντία, ὧν οἴεται λυσιτελεῖν, τῆς αὐτῆς ἕνεκα αἰτίας 3.300 συμβουλεύει. ἔπειτα τὸν πόλεμον αὐτοὶ αἱρεῖσθαι μᾶλλον εἶπον καὶ δεῖσθαι καὶ τῶν ἄλλων ἐπιψηφίζεσθαι τὰ ἴσα. οὐ γὰρ φαυλοτέροις σφῶν οἱ βάρβαροι ἐντεύξονται αὐτοῖς ἐπὶ τῶν ἔργων, ἀλλ' εἴσονται σαφῶς, ὡς οὐ γυναιξὶ μαχοῦνται, ἀλλ' ἀνδράσι. βασιλέως δὲ τοῦ νέου, ὁποτέραν ἔχει τὴν γνώμην περὶ τῶν πραγμάτων οὐδὲν ὅλως φθεγξαμένου, ἀλλ' ἐξετάζοντος ἐφ' ἑαυτὸν, ὁποτέροις πρόσθοιτο, Καντακουζηνὸς ὁ βασιλεὺς διέλυε τὸν σύλλογον ἀναστὰς, τὸ μὲν μεταπείθειν οὐ ῥᾴδιον αὐτοὺς ὁρῶν, ἀκρισίᾳ πολλῇ καὶ παραβόλῳ θράσει φερομένους, τὸ δὲ βιάζεσθαι δοκεῖν ἐθέλειν παραιτούμενος, παρεσκευασμένος ἤδη μετὰ μικρὸν παντάπασι τῆς ἀρχῆς ἐξίστασθαι τῷ νέῳ βασιλεῖ. ἐξῆν γὰρ αὐτῷ, εἴγε μάλιστα ἠβούλετο, κυροῦν τὴν περὶ τῆς εἰρήνης ψῆφον, ὀλίγα φροντίσαντι τῶν ἐπὶ τὸν πόλεμον παρακαλούντων ὡς ἀλυσιτελῆ παντάπασι τῷ κοινῷ βουλευομένων. ὁ μὲν οὖν πρὸς τοὺς βαρβάρους πόλεμος οὐκ ἐπ' ἀγαθῷ Ῥωμαίοις ἐτελεύτησεν, ὑπὸ τῶν τότε θορυβούντων ἐξαφθεὶς μετὰ μικρόν. μαʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς εἰς τρίτην ἡμέραν ἐξ ἐκείνου ἅμα βασιλεῖ τῷ νέῳ ἐπὶ τὸ εἰς τὴν Χρυσῆν πύλην ᾔει φρούριον, ὡς παραδώσων κατὰ τὰς συνθήκας. γενομένοις δὲ πρὸς τῷ τῆς θεομήτορος τεμένει, ὃ πηγή τέ ἐστι παντοίων ἰαμάτων καὶ καλεῖται, βασιλεὺς μὲν ὁ νέος κατελείπετο ἐκεῖ, Καντακουζηνὸς δὲ ὁ βασιλεὺς ὀλίγους ἔχων, ἐγένετο ἐν τῷ φρουρίῳ, ὡς πείσων τοὺς 3.301 φρουροὺς παραδιδόναι ἀμαχεί. καὶ εἰσεδέχοντο