514
ἀσμένως οἱ Λατῖνοι μόνον. οἰόμενοι δὲ αὐτὸν πρότερόν τε ἀδυνάτως ἔχειν ἥκειν παρ' αὐτοὺς καὶ τότε καιροῦ τυχόντα καὶ παραγενόμενον, συγκαθέξειν αὐτοῖς τὸ φρούριον προθύμως, ἄχρις ἂν ἀφίκηται ἡ στρατιὰ, ᾔδεσαν γὰρ τόν τε υἱὸν μετακεκλημένον καὶ τοὺς ἄλλους ἡγεμόνας, συνήδοντό τε καὶ παρεκελεύοντο θαῤῥεῖν, ὡς αὐτῶν αὐτοῦ τε ἕνεκα καὶ σφῶν αὐτῶν ἐῤῥωμένως πᾶσι μαχουμένων, ὅσοι ἂν ἐπίωσι, καὶ περιεσομένων ῥᾷον, οὐ μόνον διὰ τὴν σφετέραν εὐτολμίαν καὶ τὴν ὀχυρότητα τοῦ φρουρίου, σφόδρα ὄντος δυσαλώτου διὰ τὴν κατασκευὴν, ἀλλ' ὅτι καὶ σῖτον ἦσαν ἐντεθειμένοι καὶ τὰ ἄλλα ἐπιτήδεια, ἀφθόνως παρασχομένου βασιλέως, ὡς τρυφῶντας καὶ κωμάζοντας εἰς τρίτον ἔτος ἐξ ἐκείνου διαρκέσειν πολιορκουμένους. τοῦ βασιλέως δὲ αὐτοῖς εἰπόντος, ὁποίας θοῖτο πρὸς βασιλέα τὸν γαμβρὸν συνθήκας ἐπὶ τῇ εἰρήνῃ, καὶ ὡς εἰς τοῦτο ἥκει, ὥστ' ἐκείνῳ τὸ φρούριον παραδιδόναι, ἠνιῶντό τε καὶ ἐδυσχέραινον οὐκ ἀνεκτῶς, καὶ ἱκέτευον προσκυνοῦντες, μὴ τοιαῦτα πράττειν, ὡς ῥᾴδιον ὂν ἐκεῖθεν, ἐπειδὰν ἀφίκοιτο ἡ στρατιὰ, βασιλέα τὸν νέον Βυζαντίου ἐξελαύνειν. μάλιστα δὲ Ντζιουὰν Περάλτα ὁ τούτων ἡγεμὼν αὐτός τε ἐδεῖτο βασιλέως καὶ τοὺς ἄλλους ἔπειθεν, οἷα δὴ χρόνον τινὰ συχνὸν ἤδη συγγενόμενος τῷ βασιλεῖ καὶ πολλοὺς ὑπὲρ αὐτοῦ κινδύνους ὑποστάς. τῶν γὰρ ἐκείνῳ συστρατευομένων ἦν, ἡνίκα διέτριβεν ἐν Τριβαλοῖς κατὰ τὸν τοῦ πολέμου χρόνον, καὶ πλείστας ἀποδείξεις πα 3.302 ρέσχετο τῆς εἰς αὐτὸν εὐνοίας, οὐδεμίαν κατ' ἐκεῖνο χρόνου ὑποστὰς μεταβολὴν, ἡνίκα καὶ οἱ μάλιστα δοκοῦντες εὖνοι εἶναι ἐξηλέγχοντο μεθαρμόζοντες ἑαυτοὺς τοῖς πράγμασι καὶ τοῖς καιροῖς. βασιλέως δὲ ἀδύνατα ἰσχυριζομένου ἀξιοῦν αὐτοὺς, οὐ γὰρ αὐτοῦ εἶναι τὰ ἐψηφισμένα ἀνατρέπειν, καὶ κελεύοντος τὸ φρούριον παραδιδόναι, καιρὸν ᾔτουν πρὸς διάσκεψιν, ὥστε βουλεύσασθαι ἐφ' ἑαυτοὺς, ὅ,τι πράξαντες τὰ μάλιστα λυσιτελοῦντα σφίσι δόξωσιν ᾑρῆσθαι. ἐπιτετραφότος δὲ τοῦ βασιλέως, ἐν τῷ τοῦ φρουρίου περιβόλῳ καταλιπόντες, ἐπεὶ ἔνδον αὐτοὶ τοῦ πύργου ἦσαν, συνεβούλευεν αὐτοῖς ὁ ἡγεμὼν ὅρκους βασιλέα ἀπαιτεῖν, μὴ βασιλεῖ τῷ νέῳ τὸ φρούριον παραδιδόναι, ἀλλ' ἢ μένοντα κατέχειν σὺν αὐτοῖς, ἢ, εἰ μὴ βούλοιτο αὐτὸς πολιορκεῖσθαι, ἀναχωρεῖν ἐν βασιλείοις καὶ πράττειν ὅ,τι ἂν δοκῇ, αὐτοὺς δὲ ἐᾷν τὸν πρὸς Βυζαντίους πόλεμον διοίσοντας ῥᾳδίως. εἰ δὲ μηδ' ὁπότερον ἕλοιτο τῶν εἰρημένων, ἀλλὰ προὔργου παντὸς ἡγοῖτο τὸ φρούριον παραδιδόναι, ἀποπέμπεσθαι καὶ αὐτὸν, ὅρκοις πρότερον πιστωσαμένους, ὡς οὐ διὰ κακίαν οὐδ' ἀποστασίαν ἐννοήσαντες αὐτοῦ τοιαῦτα εἵλοντο, ἀλλ' αὐτῷ τε πρῶτον, ἔπειτα καὶ ἑαυτοῖς τὰ κράτιστα βεβουλευμένοι. ᾤοντο γὰρ αὐτὸν ἀνάγκῃ τὸ νῦν ἔχον παραδιδόντα τῷ γαμβρῷ, ὕστερον αὐτοῖς πολλὴν εἰδήσειν χάριν καὶ ἀμείψεσθαι πολλαῖς εὐεργεσίαις, ὅτι τῆς εἰς αὐτὸν ἕνεκα εὐνοίας, καὶ 3.303 ἄκοντος, τὸ δοκεῖν τὰ μάλιστα λυσιτελοῦντα ἔπραξαν. ὁ μὲν οὖν τοιαῦτα συνεβούλευεν, αὐτίκα δὲ ἐπείθοντο οἱ ἄλλοι. ᾔδεσαν γὰρ αὐτὸν τῶν πιστοτάτων ὄντα οἰκετῶν τῷ βασιλεῖ, καὶ οὐκ ἄν τι τῶν μὴ κατὰ γνώμην πράξοντα ἐκείνῳ. καὶ τὰς τοῦ πύργου πύλας ἔνδοθεν ἀσφαλίσαντες μοχλοῖς, ἐδήλουν τὰ δεδογμένα ἀπὸ τῶν ἐπάλξεων. βασιλεὺς δὲ ἐξήπτετο μὲν αὐτίκα τῷ θυμῷ καὶ δι' ὀργῆς αὐτοὺς εἶχε τῆς ἀποστασίας ἕνεκα, πράττειν δὲ οὐδὲν ἐδύνατο τῶν δεόντων. πάντοθεν δὲ ἀμηχανίᾳ περισχεθεὶς, κελεύσας ἐν ταὐτῷ γενέσθαι πάντας ἅμα ἡγεμόνι, πρῶτα μὲν ἠρώτα τῇ Λατίνων διαλέκτῳ, ἐξήσκητο γὰρ αὐτὴν καλῶς, εἰ αὐτὸν ἐπιγινώσκοιεν. τῶν δὲ φαμένων πάντων, εἶναι βασιλέα καὶ δεσπότην σφῶν, «οὐκοῦν» ἔφη «εἰ μὴ τὸ φρούριον ἐθέλητε παραδιδόναι, ἀλλὰ καθάπαξ ἀποστάντες, ἔγνωτε πρὸς πόλεμον ἐμοὶ χωρεῖν, τὸ μὲν ὅπως χρὴ τῆς ἀδικίας τιμωρεῖσθαι, ὕστερον αὐτὸς βουλεύσομαι καλῶς· τὸ δὲ νῦν ἔχον γράμματα αὐτίκα πέμψω πρὸς τὸν ῥῆγα τῆς ἐξενεγκούσης γῆς ὑμᾶς, ἀπιστοτάτους ἀποφαίνοντα ὑμᾶς ἕκαστον ὀνομαστὶ καὶ τὰς γνώμας διεφθαρμένους καὶ ἀξίους οὐδενὸς, ὅτι τὸ φρούριον, ἐμοῦ παραδεδωκότος καὶ πολλὰ ἀναλωκότος