515
χρήματα πρὸς τὴν μισθοφορὰν ὑμῶν καὶ οὐδὲν οὐδέποτε ἠδικηκότος, ἄδικα καὶ βίαια ποιοῦντες αὐτοὶ ἀπεστερήσατε ὁμοφρονήσαντες, ὅτε κατέστην μάλιστα ἐν χρείᾳ, ἵν' εἴητε ἐν πᾶσιν ἀνθρώποις ἄτιμοι καὶ ἄπιστοι, καὶ μηδεὶς ὑμῖν ἔτι προσέχῃ τοῦ λοι 3.304 ποῦ, ἀλλ' ὑπὸ πάντων ἀπελαύνησθε.» τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τοὺς Λατίνους διειλέχθη, ἐκεῖνοι δὲ τὸ δόξαν ἀπιστίας ἑαυτοῖς προστρίβεσθαι μεγίστην ἡγησάμενοι ζημίαν καὶ πολλὰ τῆς τόλμης ἕνεκα σφᾶς τε αὐτοὺς καὶ τὸν ἄρχοντα καταμεμψάμενοι, αὐτίκα τοῦ πύργου ἐξελθόντες, βασιλέως ἐδέοντο συγγνώμην τοῦ τολμήματος παρέχειν, ὡς οὐ διὰ κακίαν, ἀλλ' ὑπὲρ αὐτοῦ νομίσασιν εἶναι μᾶλλον πεπραγμένον. παρεδίδουν τε τῷ βασιλεῖ τὸ φρούριον. αὐτίκα δὲ μεταπεμψάμενος καὶ βασιλέα τὸν γαμβρὸν, τῶν Λατίνων τὰς κλεῖς παρεσχημένων, αὐτὸς παρέσχετο τῷ νέῳ βασιλεῖ. ὁ δὲ εἰσήγαγε φρουρὰν ἐκ τῶν ἰδίων, μετὰ μίαν ἡμέραν τοὺς Λατίνους ἐξελάσας, καὶ μετὰ μικρὸν κατέστρεψε πᾶσαν τὴν ἐπισκευὴν, παντάπασι τὸ φρουρεῖν καταλιπών. βασιλεὺς μὲν οὖν ὁ Καντακουζηνὸς διέτριβεν ἐν βασιλείοις ἅμα βασιλίδι τῇ Εἰρήνῃ καὶ τοῖς περὶ αὐτὸν, οὖσιν οὐκ ὀλίγοις· βασιλεὺς δὲ ὁ νέος ἐν οἰκίᾳ τινὶ ἑτέρᾳ τῶν περιφανῶν Ἀετὸν προσαγορευομένῃ. ὁ δῆμος δὲ ὁ Βυζαντίων, εἴτε καὶ ὑπό τινων ἐναγόμενος, εἴθ', ὥσπερ φιλεῖ τὸ πλῆθος, ὑπ' ἀσυνεσίας καὶ ἀλόγου φερόμενος ὁρμῆς, ἀτόπως ἤρα τῆς μεταβολῆς, καὶ ἐθορύβουν ἀτακτοῦντες καὶ πάντα ἦσαν ἕτοιμοι τολμᾷν. ἐλέγετο δὲ, ὡς καὶ τῶν συνόντων ἐν βασιλείοις οἱ μάλιστα πρότερον δοκοῦντες εὔνως ἔχειν ἐπιβουλεύοιεν μεταβαλόντες, καὶ πρότερόν τε ἡνίκα βασιλεὺς ὁ νέος εἰσήλασε Βυζάντιον, 3.305 τὸν βασιλέως ἵππον βεβουλεῦσθαι ἀποκτείνειν ἐπ' αὐτῆς τῆς μάχης, ᾤοντο γὰρ αὐτὸν αὐτίκα χωρήσειν ἐπὶ τὸν νέον βασιλέα· καὶ ἐπειδὴ οὐκ ἐγεγένητο ἡ μάχη, ἀλλ' ἐχώρησαν ἐπὶ συμβάσεις, ἀγνοοῦντες ὅτι βούλοιτο μετὰ μικρὸν βασιλεὺς ὁ Καντακουζηνὸς ἀπολείπειν τὴν ἀρχὴν, πρὶν τὴν μεταπεμφθεῖσαν ἥκειν στρατιὰν, ἐπείγεσθαι ἀποκτείνειν βασιλέα. ᾤοντο γὰρ, εἰ παραγένοιτο ἡ στρατιὰ, αὖθις ἀνθέξεσθαι βεβαίως τῶν πραγμάτων καὶ τῆς εἰς αὐτὸν ἀγνωμοσύνης ἀμυνεῖσθαι. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς, οἷα δὴ ἐκ τῶν πραγμάτων μετὰ μικρὸν ἀναχωρεῖν βεβουλευμένος, ἐσκέψατο βασιλέα τὸν νέον ἐν βασιλείοις ἄγειν, καὶ παραδοὺς τὴν ἀρχὴν αὐτῷ, ἀποχωρεῖν. ἐπεὶ δὲ ταῦτα καὶ βασιλίδι τῇ Εἰρήνῃ συνεδόκει, γενόμενος ἐν ᾗ διέτριβεν ὁ νέος βασιλεὺς οἰκίᾳ, ἐκάλει ἐπὶ τὰ βασίλεια, ἄτοπον εἶναι λέγων μὴ αὐτῷ ἐν βασιλείοις συνδιατρίβειν, ἀλλ' ἔξω περιπλανᾶσθαι, ἀμείβοντα οἰκίαν ἐξ οἰκίας, ὥστε καὶ τοῖς ἄλλοις δοκεῖν αὐτοὺς ἀλλήλοις ἀπιστεῖν. οὐ γὰρ δὴ τοῦτο ἄν τις φαίη, ὡς οὐκ ἐξαρκοῦσιν ἑκατέροις τὰ βασίλεια πρὸς οἴκησιν. τὰ γὰρ ὄντα νῦν καὶ πρότερον οὐκ ὀλίγοις ἔτεσιν ἐξήρκουν. ἐπείθετό τε καὶ ὁ νέος βασιλεὺς καὶ συνέθετο ἥξειν μετ' ὀλίγον. τότε δὲ ἐδεῖτο ἐν αὐτῇ τῇ οἰκίᾳ ἄριστον ἑλέσθαι. μεταξὺ δὲ ἀλλήλοις τῶν βασιλέων συνεστιωμένων, θόρυβος ἠκούετο ἔξωθεν πολὺς καὶ σύγχυσις δεινὴ καὶ ἀταξία. ὁ γὰρ δῆμος περὶ τὴν οἰκίαν συνειλεγμένος, ἐν ᾗ διέτριβεν ὁ βασιλεὺς, καὶ 3.306 νομίσαντες, ὡς κεχαρισμένα πράττοιεν τῷ νέῳ βασιλεῖ, ἐτράποντο ἐπὶ τοὺς δοκοῦντας εὔνους εἶναι βασιλεῖ τῷ Καντακουζηνῷ, καὶ τῶν ἵππων ἀποβιβάζοντές τινας, οἷς περιετύγχανον, αὐτοὶ λαμβάνοντες ἀπεχώρουν. ἐνίους δὲ καὶ κενοὺς ἐπιβατῶν εὑρίσκοντες, διήρπαζον. ἐπεὶ δὲ ᾐσθάνοντο οἱ βασιλεῖς τὴν αἰτίαν τοῦ θορύβου, πέμψαντες τῶν οἰκετῶν τινας, ἐκέλευον τούς τε ἵππους ἀνασώζειν καὶ τὴν ἀταξίαν τοῦ δήμου καταστέλλειν. οἱ δὲ ἐποίουν κατὰ τὰ κεκελευσμένα καὶ τούς τε ἵππους, οὐδενὸς ἀπολωλότος, ἀπέδοσαν τοῖς κυρίοις καὶ τὸν δῆμον ἀπήλαυνον πρὸς ὕβριν, οὐκ ὀλίγα καὶ πληγαῖς χρησάμενοι. μβʹ. Πρὸς ἑσπέραν δὲ οἱ βασιλεῖς μετὰ τῶν περὶ αὐτοὺς ἁπάντων ᾔεσαν εἰς τὰ βασίλεια. μετὰ μίαν δὲ ἡμέραν τὸ ἀπόῤῥητον ὁ βασιλεὺς ἐξεκάλυπτε τῷ νέῳ βασιλεῖ, ὡς εἴη μὲν καὶ πρότερον βεβουλευμένος ἀναχωρεῖν ἐκ τῶν πραγμάτων καὶ ἑαυτῷ μόνῳ καὶ θεῷ προσαδολεσχεῖν, ὑποδὺς τὸ σχῆμα τῶν μοναχῶν· ἄλλοτε δὲ