516
ἄλλων κωλυόντων καὶ οὐκ ἐώντων εἰς ἔργον ἄγειν τὰ βεβουλευμένα, κατατετριφέναι μέχρι νῦν τὸν χρόνον. νυνὶ δὲ καλῶς παρασχομένων τῶν πραγμάτων, καὶ αὐτοῦ παρόντος, ὃς ἔσται κληρονόμος τῆς ἀρχῆς, μάλιστα οἴεσθαι κατὰ καιρὸν εἶναι ἀποθέσθαι τὴν ἀρχήν. καὶ ταύτην μὲν αὐτῷ παραδιδόναι, αὐτὸν δὲ συνταξάμενον ἀναχωρεῖν. βασιλεὺς δὲ ὁ νέος ἐδυσχέραινε μὲν οὐ μετρίως εὐθὺς τοιαῦτα παρ' ἐλπίδα πᾶσαν ἀκηκοὼς καὶ προσδοκίαν παρὰ βασιλέως, καὶ ἐπεχείρει πεί 3.307 θειν μένειν αὖθις ἐπὶ σχήματος, αἰτίας οὐκ ὀλίγας προβαλλόμενός τινας, αἳ μάλιστα ἐδόκουν πείθειν εἶναι δυναταί. ὡς δ' ἀδυνάτως ἔχοντα ἑώρα μεταπείθεσθαι, ἄκων μὲν καὶ ἀνιώμενος πολλὰ, ὅμως συνεχώρει πράττειν, ὅ,τι ἂν δοκῇ. καὶ εἰς τὴν ὑστεραίαν ἐν αὐτοῖς βασιλείοις τὰ βασιλικὰ ἀποθέμενος παράσημα, σχῆμα ὑπέδυ μοναχῶν, Ἰωάσαφ ἀντὶ Ἰωάννου μετακληθείς. τῆς αὐτῆς δὲ ὥρας καὶ ἡ βασιλὶς Εἰρήνη, τὴν βασιλείαν καὶ αὐτὴ ἀπειπαμένη, τὸ μοναχῶν ὑπέδυ σχῆμα, Εὐγενία μετακληθεῖσα. μετὰ τοῦτο δὲ βασιλεὺς μὲν ὁ Καντακουζηνὸς εἰς τὴν Μαγκάνων ἀπεχώρει μονὴν, ὥσπερ παρεσκεύαστο καὶ πρότερον, Εὐγενία δὲ ἡ βασιλὶς εἰς τὴν τῆς Μάρθας προσαγορευομένην, ἐκ πατρῴου κλήρου διαφέρουσαν Καντακουζηνῷ τῷ βασιλεῖ. τῶν δὲ περὶ αὐτὸν μάλιστα οἱ εὔνως καὶ οἰκείως ἔχοντες, ἀθρόον ἰδόντες μεταβαλόντα καὶ τήν τε βασιλείαν ἀποθέμενον καὶ ἀποχωρήσαντα πρὸς τὸν ἀπράγμονα καὶ μεστὸν γαλήνης βίον, πᾶσαν εὐπραγίας ἐλπίδα περιαιρεθέντες καὶ οὐκ ἔχοντες, πρὸς ὅ,τι ἀμυνοῦνται τὸν νέον βασιλέα, ἐτράποντο πρὸς τὸ λοιδορεῖσθαι. καὶ ἄλλας τε φήμας διέδοσαν κατ' αὐτοῦ, ἐπιορκίαν ἐγκαλοῦντες καὶ ἀστασίαν ἤθους καὶ πρὸς μεταβολὰς εὐχέρειαν πολλὴν, καὶ ὡς βασιλέα καταναγκάσειε τὸν κηδεστὴν ἄκοντα τὸ μοναχῶν ὑποδύναι σχῆμα. καὶ ταῖς τοιαύταις φήμαις οὐ τοὺς πολλοὺς καὶ ἀγοραίους μόνον, ἀλλὰ καὶ τῶν συνετωτέρων ἔπεισαν πολλοὺς προσέχειν. πάντα δὲ 3.308 ἦσαν ψεύδη καὶ συκοφαντίαι καὶ οὐδὲν ὑγιές. Καντακουζηνός τε γὰρ ὁ βασιλεὺς ἑκὼν ἐξέστη τῆς ἀρχῆς, μάλιστα δυνάμενος, εἴπερ ἠβούλετο, κατέχειν, καὶ ὁ νέος βασιλεὺς οὐδὲν αὐτῷ προσέκρουσε μετὰ τοὺς ὅρκους, ἀλλὰ πᾶσαν ἐπεδείξατο σπουδὴν, τῶν εἰς αὐτὸν ἡκόντων μηδὲν παραλιπεῖν, ὥστε μηδ' ὑπὸ τῶν ἔξωθεν ἀγνοεῖσθαι μηδενὸς, ὡς οὐδὲν τῶν πρὸς ἀνίαν βασιλεῖ τῷ κηδεστῇ οὔτε βουλεύεται, οὔτε πράττει. βασιλεὺς μὲν οὖν ὁ Καντακουζηνὸς, ὥσπερ ἡμῖν ἱστόρηται, οὕτω εἰς τὸ βασιλεύειν ἄκων ἐμπεσὼν καὶ πολεμηθεὶς ὑπὸ τῶν ὁμοφύλων κραταιῶς, πολλοῖς τε κινδύνοις καὶ συμφοραῖς ποικίλαις προσομιλήσας καὶ αὐτὸς, οὐδὲν ἧττον πάσῃ μηχανῇ χρησάμενος καὶ πρὸς πάντα μετὰ τοῦ προσήκοντος αὐτῷ φρονήματος ἀντικαταστὰς, καὶ τελευταῖον πάντων περιγενόμενος τῶν ἀντικαταστάντων, ἐπεὶ διὰ τὴν μοχθηρίαν τῶν συνόντων τοῖς ὁμοίοις αὖθις περιπεπτώκει καὶ πρὸς τὸν πρὸς τοὺς ὁμοφύλους πόλεμον ἠναγκάσθη ἐκπεσεῖν, καιροῦ παρασχόντος, τὴν ἀρχὴν ἀπείπατο, ὥσπερ ἀπαγορεύσας τὸ μὴ ἄν ποτε δυνήσεσθαι Ῥωμαίους ὀρθὰ φρονήσειν καὶ λυσιτελοῦντα ἑαυτοῖς. χρόνον δέ τινα τῇ τῶν Μαγκάνων μονῇ ἐνδιατρίψας, ἔπειτα ἐσκέψατο εἰς Ἄθω τὸ ἱερὸν ὄρος ἐν τῇ Βατοπεδίου μονῇ γενέσθαι καὶ τὸν ἐπίλοιπον βίον διανύειν· ἐκώλυσε δὲ βασιλεὺς ὁ νέος, δεηθεὶς ἔτι μικρὸν προσδιατρίψαι Βυζαντίῳ, ἄχρις ἂν αὐτῷ Ματθαῖον διαλλάξῃ 3.309 βασιλέα τὸν υἱόν. τοῦ χειμῶνος γὰρ ἐκείνου μετὰ τὴν Καντακουζηνοῦ τοῦ βασιλέως ἀναχώρησιν ἐκ τῆς ἀρχῆς οὐδὲν οἱ νέοι βασιλεῖς πρὸς ἀλλήλους ἐπεδείξαντο πολέμου ἔργον, ἀλλ' ἐν ἰδίοις ὅροις ἕκαστος διετέλουν τῆς ἀρχῆς, ὥσπερ ὑπὸ τοῦ πατρὸς μεμέριστο τὸ πρότερον. οὐ μὴν οὐδ' οὕτως εἶχον, ὥστε ἀλλήλοις εὐνοεῖν, ἀλλ' ἐν ὑποψίαις ἦσαν ἐκ τῶν κατὰ τὴν Ἀδριανούπολιν πρότερον εἰργασμένων, ὡς, εἰ μή τις διαλλάξειεν αὐτοὺς, πολεμησείοντες. οὗ δὴ ἕκενα καὶ βασιλεὺς ὁ νέος Ἰωάννης διενοεῖτο συμβάσεις θέσθαι πρὸς αὐτὸν περὶ εἰρήνης, καὶ βασιλέως ἐδεήθη τοῦ κηδεστοῦ, μὴ πρὶν ἀπαίρειν πρὸς τὸν Ἄθω, πρὶν αὐτοὺς καταλλαγῆναι· ἐπείθετό τε καὶ αὐτὸς