517
δικαίαν εἶναι τὴν ἀξίωσιν νομίσας καὶ προσήκουσαν αὐτῷ. τοῦ δὲ αὐτοῦ χειμῶνος καὶ πατριάρχης ὁ Κάλλιστος ἐκ Τενέδου ἀφιγμένος, τῆς ἐκκλησιαστικῆς αὖθις ἐπελάβετο ἀρχῆς, οὐδενὸς τολμῶντος ἀντειπεῖν. οὐ μὴν οὐδὲ αὐτὸς ἐδεήθη τῆς τῶν ἀρχιερέων ψήφου, εἰ δέον αὐτὸν εἰσάγεσθαι ἐκβεβλημένον, ἀλλ' ἠδικῆσθαι τὰ ἔσχατα οἰόμενος οὐ παρὰ βασιλέως μόνον, ἀλλὰ καὶ τῶν ἐπισκόπων, ἐπεκύρωσεν αὐτὸς αὐτῷ τὴν ψῆφον, καὶ τοὺς ἠδικηκότας ἐπεχείρει μᾶλλον τῆς ἀγνωμοσύνης δίκας ἀπαιτεῖν. ἐκώλυσε δὲ βασιλεὺς ὁ νέος, τῶν κατάστασιν καὶ φιλονεικίαν γινομένων πάντων προσήκειν φάμενος ὑπερφρονεῖν. λήγοντος δὲ ἤδη τοῦ χειμῶνος, ὑπὸ τῶν συνόντων πρὸς Ματθαῖον ἐξεπολεμώθη τὸν βασιλέα, τὰ μὲν ἐκείνου κατηγορούντων, ὡς 3.310 ἀδίκως ἔχοντος τὴν βασιλείαν καὶ μέρος οὐκ ἔλαττον τῆς ἀρχῆς παρῃρημένου, τὰ δ' αὐτὸν ἐπὶ τὸν πρὸς ἐκεῖνον ἐξορμῶντες πόλεμον, ὡς ῥᾷστα καταλύειν αὐτὸν ἐξὸν καὶ μὴ ἐᾷν αὐξάνεσθαι ἀνταγωνιστὴν ἐσόμενον ἀεὶ περὶ τῶν ὅλων. οἷς πειθόμενος, τριήρεις ἐφοπλίσας, ἐστράτευσεν ἐπ' ἐκεῖνον ἅμα ἦρι, πρὸς τῇ Γρατιανοῦ πανοικεσίᾳ διατρίβοντα, ἔχοντα δὲ καὶ τὰς ἄλλας τῆς Χαλκιδικῆς ἁπάσας πόλεις· πρὸς ἐκείναις δὲ καὶ τὴν Ἀδριανοῦ καὶ τὰς περὶ αὐτὴν πολίχνας, αἷς ἐπέστησεν ἄρχοντα σεβαστοκράτορα τὸν Καντακουζηνὸν, θεῖον ὄντα πρὸς πατρός. δεσπότης δὲ Νικηφόρος ὁ γαμβρὸς τὴν Αἶνον εἶχε, βασιλέως τοῦ κηδεστοῦ παρεσχημένου. ἐδόκει τε Ματθαίῳ βασιλεῖ τῷ γυναικὸς ἀδελφῷ προσκεῖσθαι καὶ ἐπηγγέλλετο προθύμως ὑπὲρ αὐτοῦ μαχεῖσθαι παντὶ τῷ ἐπιόντι. τότε δὲ βασιλέως Ἰωάννου τοῦ νέου ταῖς ναυσὶ κατάραντος ἐκεῖ, αὐτός τε προσεχώρησεν ἀθρόον, τοῦ Ματθαίου βασιλέως ἀποστὰς, καὶ τὴν πόλιν παρεδίδου. ἐκεῖθεν δὲ βασιλεὺς ὁ νέος πέμψας, καὶ Βῆραν προσηγάγετο φρούριόν τι καρτερώτατον παρὰ τὸν Ἕβρον κατῳκισμένον, ὃ πρότερον μὲν φροντιστήριον ἀνδρῶν μοναζόντων ἦν, τότε δὲ ὑπὸ τῶν συνεχῶν πολέμων καὶ τῶν ἐφόδων τῶν βαρβαρικῶν ἀγροτῶν τινων κατῳκισμένων πόλισμα ἤδη ἦν, ὃ προσηγάγετο ὁ νέος βασιλεὺς, παραδόντων τῶν φρουρῶν. ἐκ τῆς Αἴνου δὲ καὶ Νικηφόρον τὸν δεσπότην ἔχων συστρατευόμενον ἐκ τῆς ἠπείρου, προσέσχε Περιθεωρίῳ, καὶ πέμψας 3.311 κρύφα, περὶ παραδόσεως διελέγετο τῷ ἄρχοντι τῆς πόλεως, καὶ ἔπεισεν ἐπαγγειλάμενος μεγάλα. Ματθαῖος δὲ ὁ βασιλεὺς δείσας, μή τι κακουργηθῇ περὶ τὴν πόλιν, ᾔδει γὰρ ἀνάλωτον τειχομαχίᾳ ἐσομένην, στρατιώτας ἔπεμψε φρουρεῖν, ὅσους ᾤετο ἀρκέσειν, οὓς ὁ τῆς πόλεως ἄρχων συλλαβὼν, ὅπλα μὲν αὐτὸς καὶ ἵππους εἶχε, βασιλεῖ δὲ τῷ νέῳ τήν τε πόλιν παρεδίδου καὶ τοὺς στρατιώτας. ἐπεὶ δὲ εἴχετο ἡ πόλις, ἄλλων ἄλλοθεν ἱππέων συνειλεγμένων, ἐπεστράτευσε Κουμουτζηνοῖς, ἠπειρώτιδι πολίχνῃ· καὶ ὑπεδέξαντο προθύμως οἱ τὴν πόλιν κατοικοῦντες, ἀπολυπραγμόνως προσχωρήσαντες. ἐκεῖθεν δὲ, ἐπεὶ οὐ πάνυ πόῤῥω ἡ Γρατιανοῦ κατῴκιστο, ᾗ Ματθαῖος διέτριβεν ὁ βασιλεὺς, πρεσβείαν πρὸς ἐκεῖνον πέμψας, ἐπὶ συμβάσεις προὐκαλεῖτο. ἐδόκει δὴ κἀκείνῳ αἱρετέα μᾶλλον εἶναι ἡ εἰρήνη, καὶ γενομένῳ ἐν Γρατιανοῦ μεθ' ἧς εἶχε στρατιᾶς συνεγένετο τῷ νέῳ βασιλεῖ, τῆς πόλεως ἐξελθών· ἀλλήλοις τε διαλεχθέντες περὶ τῶν κατὰ τὸν πόλεμον, ἐπεὶ ἐδόκει ἀμφοτέροις καταλύειν, συνέβησαν ἐπὶ τούτοις, ὥστε ἀμφοτέρους βασιλέας εἶναι κοινῇ, ὑπὸ Ῥωμαίων ἑκατέρου ᾑρημένου καὶ στεφθέντος ὑπὸ τῆς κατὰ Βυζάντιον ἐκκλησίας. τῶν ὑπολελειμμένων δὲ Ῥωμαίοις πόλεων καὶ τῆς χώρας οὔσης ἐλάττονος, ἢ ὥστε ἀμφοτέρους βασιλέας ἔχειν, τῶν μὲν κατὰ τὴν Θρᾴκην πόλεων, ὧν ἔχει, Ματθαῖον ἀφίστασθαι τὸν βασιλέα, χωρεῖν δὲ ἐπὶ τὴν Πελοπόννησον καὶ τῶν ὑπηκόων Ῥωμαίοις ἐκεῖσε πόλεων βασιλεύειν, Μανουὴλ δεσπότην τὸν 3.312 ἀδελφὸν πείσαντος πρότερον τοῦ νέου βασιλέως Ἰωάννου τῆς ἀρχῆς ἐξίστασθαι τῷ ἀδελφῷ, παρέχειν δὲ ἀντ' ἐκείνης τῷ δεσπότῃ Λῆμνον τὴν νῆσον, ὥστε ἀνυπεύθυνον ἔχειν παρὰ πάντα τὸν βίον τὴν ἀρχὴν αὐτῆς. καὶ ἐκ τῶν ἐν Βυζαντίῳ δημοσίων φόρων τὴν τοπικὴν ὠνομασμένην, μυρίων χρυσῶν ὀλίγῳ