518
πλείους ἐτησίως φέρουσαν, τὸν χρόνον δὲ ἄχρις οὗ δεσπότης ἀποστῇ Πελοποννήσου, τὴν Λῆμνον ἔχειν τὸν Ματθαῖον βασιλέα, βασιλέως Ἰωάννου παραδόντος, καὶ περαιωθέντα, διατρίβειν ἐν τῇ νήσῳ, κατέχειν μέντοι φρουραῖς καὶ τὰς κατὰ τὴν Θρᾴκην πόλεις. ἐπειδὰν δὲ εἰς Λῆμνον ἐκ Πελοποννήσου ὁ δεσπότης γένηται, τὰς μὲν κατὰ τὴν Θρᾴκην πόλεις βασιλεῖ τῷ νέῳ Ἰωάννῃ παραδιδόναι καὶ δεσπότῃ τἀδελφῷ τὴν νῆσον, αὐτὸν δὲ εἰς Πελοπόννησον ἀπαίρειν. τοιαύτας μὲν συνθήκας πρὸς ἀλλήλους ἐποιήσαντο, καὶ ἔδοξεν ὁ πόλεμος καταλελύσθαι. συνταξάμενοι δὲ ἀλλήλοις, ὁ μὲν ἀνέστρεφεν εἰς τὴν Γρατιανοῦ, Ἰωάννης δὲ ὁ βασιλεὺς εἰς Περιθεώριον ἐλθὼν, ἐπεὶ Ματθαῖος ὁ βασιλεὺς ἔπεμπε τοὺς παραληψομένους καὶ φρουρήσοντας τὴν Λῆμνον, συνεξέπεμπε καὶ αὐτὸς τοὺς παραδώσοντας, περιέμενέ τε πρὸς τῇ πόλει, ἄχρις οὗ, τῶν εἰς τὴν Λῆμνον ἀφιγμένων ἐπανηκόντων καὶ βασιλεὺς ὁ, Ματθαῖος εἰς τὴν νῆσον ταῖς τριήρεσι περαιωθῇ. ἐν τούτοις δὲ τοῦ χρόνου τριβομένου, ἐκ τῶν Παλαιολόγῳ βασιλεῖ συνόντων κρύφα πέμψαντές τινες πρὸς τὸν Ματθαῖον βασιλέα. μὴ πάνυ θαῤῥεῖν παρῄνουν τοῖς συντεθειμένοις, ἀλλὰ πρόνοιαν αὐτοῦ πολλὴν 3.313 ποιεῖσθαι καὶ μὴ ἀπερισκέπτως ἑαυτὸν ἐπὶ τοῖς πολεμίοις καθιστᾷν. τοὺς γὰρ ὑπὸ βασιλέως ᾑρημένους πρὸς τὴν αὐτοῦ περαίωσιν ναυάρχους αἰνίττεσθαί τινα ἐπιβουλὴν πρὸς οὓς μάλιστα θαῤῥοῦσι τὰ τοιαῦτα. λέγουσι γὰρ, ὡς ἀνθρωπίνων τοὺς ἰχθῦς ἐμπλήσουσι σαρκῶν. ἃ μάλιστα αὐτὸν προσῆκον ἐρευνᾷν, μὴ εἰς ἀνηκέστους ἐκπέσῃ συμφορὰς ἀπατηθείς. ἐν τούτῳ δὲ καὶ οἱ ἐκ τῆς Λήμνου κεναῖς, ὅ φασι, χερσὶν ἐπανῆκον πρὸς αὐτόν. οἱ γὰρ ὑπὸ βασιλέως τοῦ Παλαιολόγου τὰς πόλεις πεμφθέντες παραδιδόναι πρότερον τὰς οὔσας ἐξελαύνοντες φρουρὰς, οὐδὲν ἐποίουν τῶν κεκελευσμένων, ἀλλὰ πρὸς τοῖς οὖσι πρότερον καὶ αὐτοὺς ἐκέλευον ὀλίγους τινὰς εἰσάγειν, ὥστε μηδὲν ἧττον ἢ πρότερον κατέχεσθαι τὰς πόλεις ὑπ' ἐκείνων πολλαπλασιόνων ὄντων, ἢ ὧν ἐκέλευον αὐτοὺς εἰσάγειν. ἃ τοῖς ἐκ Ματθαίου βασιλέως οὐκ ἐδόκει ἀνεκτὰ, ἀλλὰ παντάπασι τὰς ἐγκαθιδρυμένας ἐκέλευον φρουρὰς ἐκβάλλειν. ὡς δ' οὐχ ὑπήκουον ἐκεῖνοι, ἀνεχώρουν ἄπρακτοι. ἐκ δὲ τῶν κατὰ τὴν νῆσον εἰργασμένων, καὶ ὧν ἐμήνυον οἱ φίλοι, φενακίζεσθαι πεισθεὶς, ἐπεὶ καὶ Περσικὴ κατὰ συμμαχίαν ἧκε πρὸς ἐκεῖνον στρατιὰ, καὶ ἡ ἐκ τῆς Ἀδριανοῦ καὶ τῶν περὶ ἐκείνην πολιχνίων ἐπῆλθε Κουμουτζηνοῖς, καὶ ἄχρι Περιθεωρίου ἦλθεν, ἡγούμενος μὴ παραβεβηκέναι τὰς σπονδὰς αὐτὸς, ἀλλὰ μᾶλλον ἠδικῆσθαι, οὔτε τῆς νήσου ἀποδεδομένης κατὰ τὰς συνθήκας, καὶ μεγάλης ἐπιβουλῆς, ὥστε ἀποκτείνειν, συσκευαζομένης. βασιλεύς 3.314 τε ὁ Παλαιολόγος ὁμοίως διετείνετο ἠδικῆσθαι, καὶ παρεσπονδῆσθαι, τοῦ πολέμου κεκινημένου πρὸς αὐτὸν οὐδεμίαν πρόφασιν παρεσχημένον. οὐ γὰρ αὐτῷ λογίζεσθαι προσῆκον, εἴτι τινὲς ἠγνωμονήκασιν, αὐτοῦ μὴ συνειδότος, ἀλλ' ἐχρῆν ἐμμένοντας ταῖς συνθήκαις, ἐπανορθοῦσθαι τὰ ἡμαρτημένα. ὅμως αὖθις ὁ πόλεμος ἀνήπτετο σφοδρός. καὶ Κουμουτζηνὰ ταῖς συχναῖς ἐφόδοις πιεσθέντα, προσεχώρουν αὖθις Ματθαίῳ τῷ βασιλεῖ. Παλαιολόγος δὲ ὁ βασιλεὺς, ἐπεὶ τὴν διατριβὴν ἑώρα πρὸς οὐδὲν λυσιτελοῦσαν, Ἀσάνην δεσπότην τὸν Ἰωάννην Περιθεωρίου καταστήσας ἄρχοντα, αὐτὸς εἰς Βυζάντιον ἀπῇρεν. μγʹ. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Κράλης ὁ τῶν Τριβαλῶν δυνάστης ἐτελεύτησε, καὶ στάσις οὐ μικρὰ ἀνεῤῥιπίσθη Τριβαλοῖς. Σίμων τε γὰρ ὁ Κράλη ἀδελφὸς, Ἀκαρνανίας τότε ἄρχων, τῆς ὅλης Τριβαλῶν ἀρχῆς ἀντεποιήθη, ὡς αὐτῷ διαφερούσης μᾶλλον, καὶ πολλοὺς τῶν παρὰ Τριβαλοῖς ἐπιφανῶν συναιρομένους εἶχε πρὸς τὸ ἔργον· καὶ Οὔρεσις ὁ Κράλη παῖς τῆς πατρῴας ἕνεκα ἀρχῆς ἐπολέμει πρὸς τὸν θεῖον. Ἑλένη τε ἡ τούτου μήτηρ ὁμοίως ἀπιστοῦσα τῷ τε υἱῷ καὶ Σίμωνι τῷ τοῦ ἀνδρὸς ἀδελφῷ πόλεις πολλὰς ὑποποιησαμένη καὶ δύναμιν ἑαυτῇ οὐκ εὐκαταφρόνητον περιστήσασα, καθ' ἑαυτὴν εἶχε τὴν ἀρχὴν μηδετέρῳ πολεμοῦσα, μήτε μὴν συναιρομένη πρὸς τὸν πόλεμον. οἵ τε δυνατώτατοι τῶν παρ' αὐτοῖς ἐπιφανῶν τοὺς ὑποδεεστέρους ἀπελά 3.315 σαντες ἐκ τῶν ἀρχῶν,