519
καὶ τὰς ὁμόρους ἕκαστος πόλεις ὑφ' ἑαυτῷ πεποιημένος, οἱ μὲν τῷ Κράλῃ συνεμάχουν, οὐκ αὐτοὶ παρόντες, οὐδ' ὡς δεσπότῃ πειθαρχοῦντες, ἀλλὰ πέμποντες ἐπιμαχίαν, οἷα δὴ σύμμαχοι καὶ φίλοι, οἱ δὲ Σίμωνι τῷ θείῳ· ἔνιοι δὲ αὐτῶν προσεῖχον οὐδετέρῳ, ἀλλὰ τὴν οὖσαν δύναμιν συνέχοντες, τὸ μέλλον ἀπεσκόπουν, ὡς ἐκείνῳ προσθησόμενοι, ὃς ἂν τὸ πλέον ἔχῃ· καὶ εἰς μυρία τμήματα διαιρεθέντες ἐστασίαζον. Ῥωμαῖοι δὲ πολλὰ καὶ μεγάλα ὑπὸ Τριβαλῶν ἐπὶ τοσοῦτον ἠδικημένοι χρόνον, καιροῦ τυχόντες, τά, τε ἡρπασμένα ἀνασώσασθαι καὶ δίκας τοὺς βαρβάρους ἀπαιτῆσαι τῶν τετολμημένων, διὰ τὸν κατέχοντα συγγενικὸν πόλεμον καὶ τοὺς στασιασμοὺς εἰς οὐδὲν χρήσιμον ἀνάλωσαν τὸν καιρόν. Νικηφόρος δὲ δεσπότης ὁ δοὺξ τὴν κατέχουσαν τὰ Τριβαλῶν πράγματα στάσιν ὁρῶν καὶ ῥᾷστα τὴν πατρῴαν ἐλπίσας ἀνασώσασθαι ἀρχὴν, ἄλλως θ' ὅτι καὶ Πρεάλιμπος, ὃς Θετταλίας εἶχε τὴν ἀρχὴν, ἐτεθνήκει καὶ αὐτὸς, τριήρεις ἐφοπλίσας ἐκ τῆς Αἴνου ἐπέπλευσε τῇ Θετταλίᾳ, τὴν γυναῖκα πρὸς τῇ Αἴνῳ καταλιπών. καὶ ἀποβὰς, ἐν ὀλίγῳ χρόνῳ εἶχε Θετταλίαν, τῶν ἀμυνομένων μὲν οὐδένων ὄντων, Θετταλῶν δὲ προθύμως προσχωρούντων, καὶ ὥσπερ ἐκ κλύδωνος μεγάλου τῆς Τριβαλῶν ἀρχῆς ἐπὶ τὴν Ῥωμαίων καταφεύγοντες ἥμερον καὶ γαλήνης μεστὴν ἡγεμονίαν. ὁ μὲν οὖν περὶ τὰς πόλεις ἠσχολεῖτο, Λιμπιδάριος δέ τις τῶν ἐκείνου οἰκετῶν, ὃς ἦρχε τῶν νεῶν ὑπ' ἐκείνου καταλειφθεὶς, 3.316 ἀδικώτατα περὶ τὸν δεσπότην διανοηθεὶς, ἔπεισε τὸ ναυτικὸν ἐκείνου ἀποστάντας, πρὸς τὴν Αἶνον ἐπανελθεῖν, ὡς δύο τὰ μέγιστα ἐκ τῆς ἀποστασίας κερδανοῦντας, τῆς τε ὑπερορίου στρατείας ἀπαλλαξομένους, εἰκῇ καὶ μάτην κοπτομένους καὶ ταλαιπωροῦντας ἐπὶ ξένης, ἵν' ἕτεροι ἐκ τῶν ἐκείνων πόνων μέγιστα καρπῶνται, καὶ τῆς ὑπὸ δεσπότην οἴκοι ἐπαχθοῦς δουλείας, ἐκείνου δυοῖν θάτερον, ἢ εἰ περιγένοιτο τῶν πολεμίων, νεῶν οὐκ εὐπορήσοντος, αἷς χρησάμενος ἐπανήξει πρὸς αὐτοὺς, ἢ διαφθαρησομένου ὑπ' ἐκείνων, ἂν ὑπέρσχωσιν. ἐπεὶ δὲ ἐπείθοντο καὶ ἄραντες ἐκεῖθεν ἐπανῆκον εἰς τὴν Αἶνον, πρῶτα μὲν δι' ἑαυτοῦ τὴν πόλιν ἐποιεῖτο καὶ πάντα ἦν αὐτὸς, καὶ στρατηγὸς καὶ ἡγεμὼν καὶ συμπάντων πραγμάτων κύριος· τὸν δῆμόν τε ἐπαγαγὼν τοῖς δεσπότῃ προσκειμένοις, τοὺς μὲν κατέκλεισεν ἐν δεσμωτηρίοις, ἐνίους δὲ ἐξήλασε τῆς πόλεως, ὧν εἶχον ἀποστερήσας· ἔστι δὲ οὓς καὶ ἀπέκτεινε τῷ δήμῳ παραδούς. ἔπειτα ἐπεστράτευσε βασιλίσσῃ τῇ δεσπότου γαμετῇ τὴν ἀκρόπολιν μετὰ τῶν οἰκετῶν ἐχούσῃ. καὶ τειχομαχήσας ἐφ' ἱκανὸν, ἑλεῖν μὲν οὐκ ἠδυνήθη διὰ καρτερότητα τῶν τειχῶν καὶ εὐψυχίαν τῶν ἀμυνομένων, ἠνάγκασε δὲ βασίλισσαν τὴν ἀκρόπολιν ἑκοῦσαν ἐκλιπεῖν, ὅρκους παρασχόμενος, ὡς οὐδὲν αὐτὴν, οὔτε τοὺς συνόντας ἀδικήσει, ἀλλ' ἀφίξεται ὅποι ἂν δοκῇ, μηδενὸς παρενοχλοῦντος· ὃ καὶ ἐπράττετο μετὰ μικρόν. νεὼς γὰρ ἐπιβᾶσα, εἰς Βυζάντιον ἀφῖκτο, καὶ ὑπεδέχθη φιλοτίμως παρὰ βασιλέως τοῦ 3.317 γαμβροῦ. ἔπειτα εἰς Θετταλίαν ἀπῇρε πρὸς τὸν ἄνδρα, ἤδη πάσης κύριον γεγενημένον καὶ τῶν κατὰ τὴν Ἀκαρνανίαν πόλεων. ἡδέως δὲ ἐκεῖνος ὑπεδέχετο τὴν γυναῖκα. καὶ χρόνον τινὰ ἠρέμουν οἰκείως ἔχοντες ἀλλήλοις καὶ συμφυῶς, ὥσπερ προσῆκεν. ἔπειτα τῶν συνόντων τινῶν, ὑπὸ μοχθηρίας καὶ ἀσυνεσίας ἐκείνων τε φαῦλα καὶ παράνομα ἐννοούντων καὶ τὸν δεσπότην ἐναγόντων, ἔπεισαν τὴν μὲν γυναῖκα Τριβαλοῖς προέσθαι, αὐτὸν δὲ τὴν Ἑλένης ἀδελφὴν τῆς Κράλη γυναικὸς πρὸς γάμον ἀγαγέσθαι, ὡς τῆς τε Θετταλίας καὶ Ἀκαρνανίας οὕτως ἄρξοντα βεβαίως, τῶν Τριβαλῶν οὐ πολεμούντων διὰ τὴν ἐπιγαμίαν, καὶ Ἀλβανοὺς διαφθεροῦντα ἐναντιουμένους πρὸς τὴν ἀρχὴν καὶ παραβλάπτοντας οὐ μέτρια. αὐτίκα τε ἀηδῶς πρὸς τὴν γυναῖκα εἶχε καὶ οὐδὲ ἠνείχετο ἰδεῖν. ὕστερον δὲ ὀλίγῳ καὶ πρὸς Ἄρταν τῆς Ἀκαρνανίας πόλιν πέμψας, ἐκέλευε φρουρεῖσθαι. πρὸς Κράλαιναν δὲ πρεσβείαν πέμψας, τὰ κατὰ τὸν γάμον ἔπραττε τῆς ἀδελφῆς. μέχρι μὲν οὖν ἐν λόγοις ἦν ἡ ἐπιχείρησις καὶ πρεσβείαις, καὶ βασίλισσα ἡ θυγάτηρ βασιλέως ἐνεκαρτέρει, τὸν ἄνδρα οἰομένη τῆς ἀτοπίας ἀποσχήσεσθαί ποτε καὶ μέτρια καὶ δίκαια φρονήσειν. ἐπεὶ δὲ ἤδη τέλος εἶχε