520
πάντα, καὶ οἱ ὅρκοι ἐτελοῦντο, οἷς ἐνεγέγραπτο, τὴν μὲν γυναῖκα Τριβαλοῖς αὐτὸν προέσθαι, τῇ δὲ ἀδελφῇ Κραλαίνης συνοικεῖν, δεῖν ἔγνω σώζειν ἑαυτὴν καὶ μὴ δι' ἑτέρων παραπληξίαν αὐτὴν παραπολέσθαι. καὶ πέμψασα εἰς Πελοπόννησον πρὸς δεσπότην 3.318 Μανουὴλ τὸν ἀδελφὸν, πρόνοιάν τινα αὐτῆς ποιήσασθαι ἐδεῖτο. καὶ ὃς οὐδὲν μελλήσας ἐκ θαλάσσης πέμψας, προσελάμβανε τὴν ἀδελφὴν, πάντων Ἀκαρνάνων καὶ Ἀλβανῶν μετ' εὐφημίας προπεμπόντων καὶ ἁμιλλωμένων πρὸς ἀλλήλους τῆς εἰς ἐκείνην ἕνεκα εὐνοίας καὶ τιμῆς, οὐ μόνον διὰ τὴν αὐτῆς ἐπιείκειαν καὶ μεγαλοφροσύνην καὶ τὸ πᾶσι κεκοσμῆσθαι ἀγαθοῖς, ἀλλὰ καὶ διὰ τὴν εἰς τὸν βασιλέα τὸν πατέρα εὔνοιαν. κατάκρας γὰρ αὐτοῦ τὸ τῶν ἑσπερίων ἅπαν ἥττητο καὶ ἀκριβῶς ἐξήρτητο αὐτοῦ καὶ μετὰ τὴν τῶν πραγμάτων ἀναχώρησιν. δεσπότου δὲ τοῦ Νικηφόρου, καίτοι γε αὐτὸν εἰδότες οὐ πρᾴως οἴσοντα τὴν προπομπὴν καὶ εὐφημίαν τῆς γυναικὸς, οὐ μόνον οὐδένα λόγον ἐποιοῦντο, ἀλλὰ καὶ φανερῶς ἐλοιδοροῦντο, ὡς παντάπασι τῶν σωφρόνων λογισμῶν ἐξεστηκότα, καὶ, ὅ φασι, χάλκεα χρυσείων ἀλλαττόμενον. ὅθεν καὶ ὀλίγῳ ὕστερον ἐκ ταύτης τῆς αἰτίας ἀπέστησαν δεσπότου φανερῶς οἱ Ἀλβανοὶ, φάσκοντες προθύμως πολεμήσειν, ὥσπερ ὑπὲρ σφῶν αὐτῶν, εἰ μὴ τὴν πρὸς Τριβαλοὺς ἐπιγαμίαν διαλύσας, ἐκ Πελοποννήσου ἀνακαλέσηται τὴν βασιλέως θυγατέρα καὶ ταύτῃ συνοικοίη. ὁ δὲ εἴτε καὶ αὐτὸς τὴν ἀτοπίαν συνιδὼν, εἴτε καὶ τὴν προσδοκωμένην στάσιν δείσας, ἣ διὰ τὴν γυναῖκα ὑπωπτεύετο φυήσεσθαι, τοὺς μὲν ἀθέσμους ἐκείνους γάμους πέμψας ἀπηγόρευε, πρὸς δὲ τὴν γυναῖκα ἔπεμψεν εἰς Πελοπόννησον πρεσβείαν, κελεύων ἥ 3.319 κειν παρ' αὐτὸν, καὶ πίστεις παρεχόμενος δι' ὅρκων, ὡς οὐδὲν ἀγνωμονήσει ἔτι πρὸς αὐτὴν, ἀλλὰ τὸν ἀρχαῖον τρόπον μετὰ πάσης εὐγνωμοσύνης καὶ ἐπιεικείας συνοικήσει. ἡ δὲ φίλανδρος οὖσα καὶ περὶ πλείστου ποιουμένη τὸ μὴ τὸν γάμον αὐτῇ διαλυθῆναι, πάντων ὑπεριδοῦσα τῶν γεγενημένων, παρεσκευάζετο ὡς ὕστερον μικρῷ ἀφιξομένη πρὸς τὸν ἄνδρα· ὁ δὲ ὑπὸ φιλοτιμίας, ἵνα μὴ δοκοίη τὴν ἀρχὴν δι' ἐκείνης καθίστασθαι αὐτῷ, ὥρμησεν ἐπὶ τὸ τοὺς ἀποστάντας Ἀλβανοὺς πρὶν ἐκείνην ἥκειν καταδουλώσασθαι πολέμῳ. συμβὰν δὲ οὕτω, καὶ Πέρσαι κατὰ τὴν Θετταλίαν μονήρεσι λῃστρικαῖς περαιωθέντες, συνεμάχουν ὑπ' αὐτοῦ προσκεκλημένοι. οἷς μάλιστα θαῤῥῶν ἐπῆλθεν Ἀλβανοῖς, καὶ γενομένης συμβολῆς περί τι χωρίον Ἀχελῷον προσαγορευόμενον, αὐτός τε ἔπιπτε μαχόμενος πρὶν τὰς φάλαγγας συμμίξαι, καὶ ἡ ἐκείνου πᾶσα διέφθαρτο ἡττηθεῖσα στρατιά. βασίλισσα δὲ ἡ ἐκείνου γαμετὴ ἔτι ἐν Πελοποννήσῳ διατρίβουσα, ἐπεὶ πύθοιτο τὴν ἐκείνου τελευτὴν, ἐπένθησε μὲν ἐκεῖ ἐφ' ἱκανὸν, καὶ ἀπωδύρατο τοῦ ἀνδρὸς τὴν τελευτὴν, ἔπειτα εἰς Βυζάντιον ἐλθοῦσα, συνῆν τὸν ἐπίλοιπον βίον βασιλίδι τῇ μητρὶ κατὰ τὴν Μάρθας μονὴν διατριβούσῃ. ταῦτα μὲν οὖν ὕστερον. μδʹ. Τότε δὲ ἐπεὶ αἱ μεταξὺ τῶν βασιλέων γεγενημέναι συνθῆκαι διελύοντο καὶ ὁ πόλεμος ἀνεῤῥιπίσθη, Ματθαῖος ὁ βασιλεὺς τὴν ὑπ' αὐτὸν οὖσαν στρατιὰν συναγαγὼν, ἧκεν 3.320 εἰς Βιζύην παρὰ τὸν θεῖον Ἀσάνην δεσπότην τὸν Μανουήλ· καὶ παραλαβὼν καὶ αὐτὸν μεθ' ὅσης εἶχε στρατιᾶς, ἐπεστράτευσε τῷ νέῳ βασιλεῖ ἐν Βυζαντίῳ καὶ ἐστρατοπέδευσε κατὰ τὸν Μέλανα ποταμὸν ἐπί τινα τετειχισμένην κώμην Μέτρας προσαγορευομένην. Παλαιολόγος τε ὁ βασιλεὺς ὁμοίως τριήρεις ἐφοπλίσας καὶ ἐκ τῆς ἠπείρου στρατιὰν πεζὴν καὶ ἱππικὴν, τοῖς μὲν ἠπειρώταις ἡγεμόνας ἐπιστήσας, ἐπὶ Ἀθύραν κώμην, καὶ αὐτὴν τετειχισμένην ὥσπερ ἰσθμόν τινα οὖσαν καὶ πάντοθεν περικλυζομένην τῇ θαλάσσῃ, ἐκέλευε χωρεῖν, αὐτὸς δὲ ἔχων τὰς τριήρεις, ἧκε καὶ αὐτὸς ἐπὶ Ἀθύραν. καὶ ἀντεστρατοπεδεύοντο ἀλλήλοις ἐπί τινας ἡμέρας, ἑκατέρων ἀδυνάτων ὄντων ἐπὶ τὸ στρατόπεδον χωρεῖν τῶν πολεμίων καὶ καταναγκάζειν μάχεσθαι. Παλαιολόγῳ τε γὰρ οὐκ ἐδόκει βασιλεῖ τοῖς πολεμίοις ἐπιέναι ἐφ' ὕπτια πεδία καὶ ὕλης παντάπασι ψιλὰ ἱππέας ἄγουσι, πεζὴν αὐτὸς τὴν πλείστην δύναμιν ἄγων καὶ ὁπλίτας, καὶ οἱ πολέμιοι ἐπὶ δυσχωρίας καὶ ἐρείπια πολλὰ τῆς πρώην συνοικίας ἄγειν οὐκ