Chapter XXXV.
Seeking God, then, in this way, we have no need to visit the oracles of Trophonius, of Amphiaraus, and of Mopsus, to which Celsus would send us, assuring us that we would there “see the gods in human form, appearing to us with all distinctness, and without illusion.” For we know that these are demons, feeding on the blood, and smoke, and odour of victims, and shut up by their base desires in prisons, which the Greeks call temples of the gods, but which we know are only the dwellings of deceitful demons. To this Celsus maliciously adds, in regard to these gods which, according to him, are in human form, “they do not show themselves for once, or at intervals, like him who has deceived men, but they are ever open to intercourse with those who desire it.” From this remark, it would seem that Celsus supposes that the appearance of Christ to His disciples after His resurrection was like that of a spectre flitting before their eyes; whereas these gods, as he calls them, in human shape always present themselves to those who desire it. But how is it possible that a phantom which, as he describes it, flew past to deceive the beholders, could produce such effects after it had passed away, and could so turn the hearts of men as to lead them to regulate their actions according to the will of God, as in view of being hereafter judged by Him? And how could a phantom drive away demons, and show other indisputable evidences of power, and that not in any one place, like these so-called gods in human form, but making its divine power felt through the whole world, in drawing and congregating together all who are found disposed to lead a good and noble life?
Οὐ χρεία τοίνυν ἡμῖν ὡς οὕτω ζητοῦσι τὸν θεὸν ἀπιέναι, ὅπου ἡμᾶς πέμπει ὁ Κέλσος, εἰς Τροφωνίου καὶ εἰς Ἀμφιάρεω καὶ εἰς Μόψου, ἔνθα φησὶν ἀνθρωποειδεῖς θεωρεῖσθαι θεοὺς καί, ὡς λέγει Κέλσος, οὐ ψευδομένους ἀλλὰ καὶ ἐναργεῖς. Ἴσμεν γὰρ ἡμεῖς τούτους δαίμονας ὄντας, τρεφομένους κνίσσαις καὶ αἵμασι καὶ ταῖς ἀπὸ τῶν θυσιῶν ἀναθυμιάσεσι, καὶ οὕτω παρακατεχομένους ἐν τοῖς ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν κατασκευασθεῖσι δεσμωτηρίοις· ἅτινα ἱερὰ θεῶν Ἕλληνες νενομίκασιν, ἀλλ' ἡμεῖς ἴσμεν ἀπατεώνων δαιμόνων εἶναι τὰ τοιαῦτα οἰκητήρια. Μετὰ ταῦτα κακοήθως ὁ Κέλσος φησὶ περὶ τῶν προειρη μένων ἀνθρωποειδῶν κατ' αὐτὸν θεῶν ὅτι ὄψεταί τις αὐτοὺς οὐχ ἅπαξ παραρρυέντας ὥσπερ τὸν τούτους ἐξαπατήσαντα ἀλλ' ἀεὶ τοῖς βουλομένοις ὁμιλοῦντας. Καὶ ἔοικέ γε διὰ τούτων φάσμα μὲν νενομικέναι τὸν Ἰησοῦν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐπιφανέντα τοῖς μαθηταῖς, ὡσπερεὶ παραρρεύσαντα πρὸς τὸ ὀφθῆναι αὐτοῖς· οὓς δ' ὠνόμασε λέγων ἀνθρωποειδεῖς θεούς, τούτους οἴεται ἀεὶ τοῖς βουλο μένοις ὁμιλεῖν. Πῶς δὲ δύναται φάσμα, ὥς φησιν αὐτός, παραρρυὲν ἐπ' ἀπάτῃ τῶν θεασαμένων καὶ μετὰ τὴν τότε ὄψιν τοσαῦτα ἐνεργεῖν καὶ ἐπιστρέφειν τὰς τῶν τοσούτων ψυχὰς καὶ πειθὼ ἐμποιεῖν αὐταῖς περὶ τοῦ πάντα δεῖν ἀρεσκόντως πράττειν θεῷ ὡς κριθησομένους; Πῶς δὲ φάσμα ὀνομασθὲν ἀπελαύνει δαιμόνια καὶ ἄλλας οὐκ εὐκα ταφρονήτους ἐνεργείας ἐνεργεῖ, οὐχ ἕνα κεκληρωμένον τόπον ὡς οἱ κατ' αὐτὸν ἀνθρωποειδεῖς θεοὶ ἀλλὰ διῆκον ἐπὶ πᾶσαν τὴν οἰκουμένην καὶ συνάγον καὶ ἕλκον τῇ ἑαυτοῦ θειότητι οὓς ἂν εὕροι πρὸς τὸν καλὸν βίον κλίναντας ἑαυτούς;