521
ἐδοκίμαζον τὴν στρατιὰν εὐρυχωρίας δεομένην μάλιστα. δι' ἃ ἑκάτερος τὴν δύναμιν συνέχοντες, ἡσύχαζον ἐπὶ τῶν στρατοπέδων. πρεσβείας δὲ πρὸς ἀλλήλους πέμποντες, διελέγοντο περὶ εἰρήνης. ὡς δὲ οὐ συνέβαινον ἀλλήλοις, ὁ μὲν εἰς Βιζύην ἀνέστρεφε μετὰ τῆς στρατιᾶς, Παλαιολόγος δὲ ὁ βασιλεὺς εἰς τὸ Βυζάντιον· καὶ ἐσκέπτοντο, ὅτῳ τρόπῳ κακώσουσιν ἀλλήλους. ἐν τούτῳ δὲ τῷ χρόνῳ ἐκ Φωκαίας τῆς παλαιᾶς, ἧς Καλόθετος 3.321 ἦρχε, μονήρης λῃστρικὴ ἐπὶ τὸν Ἀστακηνὸν ἐλθοῦσα κόλπον λῃστείας ἕνεκα, οὕτω συμβὰν, Χαλίλην τὸν Ὀρχάνη συνέλαβεν υἱὸν, ἀκατίῳ τινὶ τὸν ἐκεῖσε περαιούμενον πορθμόν· καὶ αὐτίκα ἀνεχώρει εἰς τὴν Φώκαιαν. Ὀρχάνης δὲ ἐπεὶ ἐπύθετο ἀνδραποδισθέντα τὸν υἱὸν καὶ εἰς Φώκαιαν ἀπαχθέντα, στρατεύειν μὲν ἐπὶ Φωκαιανοὺς εἶχεν ἀδυνάτως, δυνάμεώς τε γὰρ οὐκ εὐπόρει ναυτικῆς, ἣ κακώσει ἐπελθοῦσα, καὶ ἐκ τῆς ἠπείρου εἰσβολὴ οὐκ ἦν, ἐφ' ἑτέρου κειμένης σατραπείαν τῆς Φωκαίας, πρὸς ὃν ἔδει πολεμεῖν δύναμιν ἔχοντα ἀντίῤῥοπον, εἰ διὰ τῆς ἐκείνου ἐπεχείρει ἐπὶ Φώκαιαν ἰέναι, ἀπορίᾳ δὲ πάντοθεν συνισχημένος, ἐπὶ τὴν Παλαιολόγου τοῦ βασιλέως εἶδεν ἐπικουρίαν, ὡς αὐτοῦ δυνησομένου μόνου τὸν υἱὸν ἀπαλλάττειν τῶν δεσμῶν. καὶ πέμψας πρεσβείαν, ἐδεῖτο περὶ τοῦ παιδός. βασιλεὺς δὲ ὑπέσχετο προθύμως πάντα πράξειν καὶ ἀποδοῦναι τὸν υἱὸν, ἂν καὶ αὐτὸς ἀπόσχοιτο Ματθαίῳ κατ' αὐτοῦ τῷ βασιλεῖ παρέχειν συμμαχίαν. Ὀρχάνης γὰρ καὶ μετὰ τὴν Καντακουζηνοῦ τοῦ βασιλέως ἐκ τῶν πραγμάτων ἀναχώρησιν πολλὴν ἐπεδείκνυτο τὴν εὔνοιαν πρὸς αὐτὸν, καὶ διὰ ταύτην τὴν αἰτίαν καὶ βασιλεῖ τῷ υἱῷ πολλὴν παρείχετο ὠφέλειαν, ταῖς τε πόλεσιν, ὅσαι ἦσαν ὑπ' ἐκεῖνον, οὐδὲν παρενοχλῶν καὶ πέμπων στρατιὰν, ὁπότε δεηθείη. ἃ ὁ Παλαιολόγος ἐν δεινῷ τιθέμενος βασιλεὺς, καλῶς τοῦ πράγματος παρασχόντος, ἐπεχείρησεν Ὀρχάνην τῆς πρὸς βασιλέα Ματθαῖον φιλίας ἀφιστᾷν. ὑπέσχετό τε καὶ ὁ βάρβαρος πάντα πράξειν, ἢν μόνον ὁ υἱὸς αὐτῷ λυ 3.322 θείη, καὶ διετέλεσέ γε παρ' ὅσον χρόνον ὁ υἱὸς αὐτῷ ἐδέδετο, οὔτε Ματθαίῳ βασιλεῖ παρεσχημένος συμμαχίαν ἐπὶ τὸν Παλαιολόγον βασιλέα, οὔτε Βυζαντίῳ καὶ ταῖς ἄλλαις πόλεσιν, ὅσαι ὑπὸ τοῦτον ἦσαν, οὐδὲν παρενοχλήσας. βασιλεὺς δὲ Καλόθετον νομίσας εὐχερῶς τὸν υἱὸν Ὀρχάνη παρασχέσθαι, εἰ μόνον αἰτηθείη, πέμψας πρὸς αὐτὸν, ἐζήτει, τιμὰς ἐπαγγελλόμενος καὶ ἄλλας τινὰς εὐεργεσίας. Καλόθετος δὲ τούτων μὲν ὀλίγον λόγον ἐποιεῖτο, χρημάτων δὲ ᾐτεῖτο πλῆθος, ἃ ἐκτίνειν σχεδὸν ὁ βασιλεὺς ἀδυνάτως εἶχε. βασιλέως δὲ ἀπειλοῦντος τὰ ἔσχατα διαθήσειν, εἰ μὴ πείθοιτο, οὐδὲν ἧττον ἐκεῖνος ἠναισχύντει. δι' ἃ ἐδόκει δεῖν αὐτῷ ἐπιστρατεύειν· καὶ παρασκευασάμενος, ἐπέπλευσεν αὐτῷ τριήρεσιν οὐκ ὀλίγαις καὶ ἐπολιόρκει ἐκ γῆς ὁμοίως καὶ θαλάσσης. ἐν πολλαῖς δὲ καὶ καρτεραῖς τειχομαχίαις ἀποπειράσας τῶν τειχῶν, ἐπεὶ ἀδύνατον τὴν ἐπιχείρησιν ἑώρα, δέκα μυριάδας παρασχόμενος χρυσίου καὶ τῇ πανυπερσεβάστου ἀξίᾳ τετιμηκὼς, ἔλυσε τῆς αἰχμαλωσίας τὸν υἱὸν Ὀρχάνη καὶ ἀπεδίδου τῷ πατρί. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, χρόνου συχνοῦ τινος τριβέντος, καὶ οἱ τῶν κατὰ τὴν Μυγδονίαν πόλεων ἄρχοντες ἐπιφανέστατοι τῶν Τριβαλῶν πρὸς Ματθαῖον κρύφα πέμψαντες τὸν βασιλέα μετεκαλοῦντο, ὡς σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις παραδώσοντες, ὧν ἄρχουσιν. ἦσαν δὲ καὶ πρότερον περὶ τῶν ἴσων διειλεγμένοι. ἀπὸ γὰρ τῶν χρόνων ἐκείνων, ἡνίκα βασιλεὺς ὁ Καντακουζηνὸς ὑπὸ Ῥωμαίων ἀπελαθεὶς διέτριβεν ἐν Τριβαλοῖς, πολλήν τινα τὴν εὔνοιαν ἔσχον πρὸς ἐκεῖνον, μάλι 3.323 στα δὲ οἱ δυνατώτατοι· δι' ἃ καὶ Κράλη περιόντος ἔτι, ἡδέως ἂν ἐκεῖνον εἶδον ἐπιστρατεύσαντα αὐτοῖς· καὶ συγκατειργάσαντο τὰ μέγιστα, μᾶλλον γὰρ ὑπ' ἐκείνου βασιλεύεσθαι ἐβούλοντο, ἢ Κράλη, καὶ πολλάκις κρύφα περὶ τούτου διειλέχθησαν. ἐπεὶ δὲ βασιλεύς τε ἀπήλλαξεν ἐκ τῶν πραγμάτων καὶ ὁ σφῶν δυνάστης ἐτεθνήκει, τὰς μὲν προτέρας παντάπασιν ἐλπίδας ἀπεγίνωσκον διὰ τὴν βασιλέως μεταβολὴν κατὰ τὸν βίον. πρὸς δὲ Ματθαῖον πέμποντες βασιλέα τὸν υἱὸν τήν τε πρὸς βασιλέα τὸν πατέρα εὔνοιαν ὑπεμίμνησκον αὐτὸν καὶ τὴν ἴσην καὶ