522
ὁμοίαν ἔχειν καὶ πρὸς ἐκεῖνον διετείνοντο, καὶ ἐπηγγέλλοντο αὐτῷ προσθήσεσθαι καὶ μεγάλην ἀρχὴν ὑποποιήσειν. τότε δὲ Βοΐχνας ὁ Καῖσαρ πέμψας, ὅτι τε πάντα παρεσκεύαστο, ὅσων ἐδέοντο, ἀπήγγελλε, καὶ ὡς πείσειε καὶ τὸν Φερῶν ἄρχοντα αὐτοῖς συνθέσθαι, καὶ τὴν πόλιν παραδιδόναι εἶναι παρεσκευασμένον αὐτῇ Κραλαίνῃ καὶ χρήμασι μυρίοις· ἐδέοντό τε τάχιστα ἀφικέσθαι παρ' αὐτοὺς, πρότερον δόντα προθεσμίαν τῆς ἀφίξεως. βασιλεὺς δὲ σφόδρα πρὸς τὴν ἀγγελίαν ὑπερησθεὶς καὶ μεγάλα ἐπαγγειλάμενος αὐτοῖς τῆς περὶ αὐτὸν εὐνοίας καὶ σπουδῆς, παρείχετο καὶ προθεσμίαν, ὡς ἐν τριάκοντα ἡμέραις ἀφιξόμενος. τοσαύτας γὰρ ᾤετο ἀρκέσειν πρός τε τὸ τὴν οὖσαν ἀθροῖσαι Ῥωμαίων στρατιὰν καὶ ἐκ τῆς ἕω συμμαχίδα μεταπέμψασθαι παρὰ Ὀρχάνη τοῦ 3.324 γαμβροῦ. Τριβαλοῖς μὲν οὖν τοῖς μεταπεμπομένοις τοιοῦτον σύνθημα ἐδίδου· πρεσβείαν δὲ πρὸς Ὀρχάνην αὐτίκα πέμψας τὸν γαμβρὸν, ᾐτεῖτο στρατιὰν καὶ τοὺς Ῥωμαίους γράμμασι μετεκαλεῖτο. συμβὰν δὲ οὕτω περὶ Ἄβυδον ἐφ' ἑτέραις δή τισιν αἰτίαις οἱ πρέσβεις συντυχόντες τῷ Ὀρχάνῃ διατρίβοντι, ἀπήγγελλον τὴν πρεσβείαν. Ὀρχάνης δὲ αὐτίκα, καὶ γὰρ ἔτυχεν ἀφ' ἑτέρων σατραπειῶν ἠθροισμένη στρατιὰ βαρβάρων περὶ πεντακισχιλίους καὶ δεομένη περαιωθῆναι πρὸς τὴν Θρᾴκην, ὡς εἰς Μυσίαν ἐπὶ λεηλασίᾳ ἐμβαλοῦσα, καὶ τῷν οἰκείων τινὰς συμμίξας καὶ στρατηγὸν ἕνα ἐπιστήσας αὐτοῖς ἐκ τῶν αὐτοῦ, τοῖς βασιλέως πρέσβεσιν ἐκέλευε παραλαβόντας περαιοῦσθαι, τὴν μὲν αἰτίαν ἀγνοῶν τῆς βασιλέως ἐπὶ Τριβαλοὺς στρατείας, νομίζων δὲ, ἁπλῶς αὐτὸν ἐπὶ λεηλασίᾳ τῶν βαρβάρων. βασιλεὺς δὲ ἰδὼν οὕτω τάχιστα τὴν βαρβάρων ἀφιγμένην στρατιὰν, μαθὼν δὲ καὶ ὡς ἐκ πολλῶν εἴη σατραπειῶν συνειλεγμένη, θορύβου καὶ ἀθυμίας ἦν μεστὸς, τοῦτο μὲν τοὺς βαρβάρους ὑποπτεύων, ὡς οὐδὲν αὐτῷ τῶν κατὰ γνώμην πράξουσι δέους ἀπηλλαγμένοι, ὑφ' οὗ μετρίως ἂν ἐπείθοντο εὐτάκτως ἕπεσθαι καὶ μετὰ κόσμου, τοῦτο δ' ὅτι καὶ ἡ Ῥωμαίων στρατιὰ ἀδυνάτως εἶχεν ἀθροισθῆναι· ἐν τριάκοντα γὰρ ἡμέραις εἴρητο αὐτοῖς εἶναι πρὸς αὐτόν. πειρωμένου δὲ παρακατέχειν τοὺς βαρβάρους καὶ τὸν χρόνον ἀναλοῦν, ἠπείλησαν ἐκεῖνοι τὴν αὐτοῦ καταδραμεῖσθαι, 3.325 εἰ μὴ σὺν αὐτοῖς ἐπὶ τοὺς πολεμίους τάχιστα ἀπαίροι. ἀπορίᾳ δὲ πανταχόθεν συσχεθεὶς, τό,τε γὰρ μὴ τὴν οἰκείαν ἑπομένην ἔχειν δύναμιν ἐνόμιζεν οὐκ ἀφαλὲς καὶ τὴν βαρβάρων ἐδεδοίκει, ἣν ἠπείλουν, ἔφοδον ὡς μέγιστα κακώσουσαν, πάντων ἐν θέρους ὥρᾳ τετραμμένων ἐπὶ ἔργα καὶ διεσκεδασμένων ἐπὶ τοὺς ἀγροὺς. εἵλετο αὐτὸς μᾶλλον ἅμα οἰκέταις τοῖς συνοῦσιν ἐκστρατεύειν. καὶ τοῖς ἡγεμόσι τῶν βαρβάρων ἐκκαλύψας τὸ ἀπόῤῥητον τῆς εἰσβολῆς, ἠξίου μὴ τὰς προσχωρούσας πόλεις κακουργεῖν, μηδὲ τὴν χώραν, ἀλλ' ἄθικτον διατηρήσαντας ἐκείνην, ἐπὶ τὴν ὄντως πολεμίαν τρέπεσθαι, ἀγωγοὺς αὐτοῦ παρεχομένου. τῆς τοιαύτης δὲ εὐγνωμοσύνης ἕνεκα χρήματα πολλὰ τοῖς βαρβάροις ἐπηγγέλλετο παρέξειν. οἱ δ' ἅπαντα πράξειν αὐτῷ τὰ κατὰ γνώμην ἰσχυρίζοντο καὶ πάντα ὑπείξειν ἀκριβῶς. αὐτίκα τε συνεξώρμητο αὐτοῖς, ὀλίγους τινὰς Ῥωμαίους ἔχων περὶ ἑαυτόν. ἔπεμπέ τε καὶ πρὸς Καίσαρα τὸν Βοΐχναν τοὺς δηλώσοντας, ὅτι καὶ παρὰ τὸ σύνθημα ἐκστρατεύσειεν ἀναγκασθεὶς ὑπὸ τῆς στρατιᾶς οὐκ ἀνασχομένης περιμένειν τὸν καιρόν. ὁ δὲ τῆς πόλεως, ἧς ἦρχεν, ἀποδημῶν, ∆ράμα δὲ ἦν, ἐπεὶ πύθοιτο τὰ παρὰ βασιλέως, ἅμα καὶ στρατιᾷ τινι περιτυχὼν Τριβαλικῇ, ἣ παρὰ Κράλη πρὸς τὴν μητέρα ἀφικνεῖτο ἐν Φεραῖς, ἀνέστρεφεν ἐπὶ Φερὰς μετὰ τῆς στρατιᾶς. γνώμην δὲ εἶχεν, ὡς καὶ τοῖς ἄλλοις ἐκεῖ συνωμόταις συνδιασκεψό 3.326 μενος, ὅ,τι δέοι δρᾷν πρὸς τὰ παρόντα. οἱ βάρβαροι δὲ ἐπεὶ ἐγγὺς Φερῶν ἦσαν μετὰ βασιλέως, οἱ πλείους μὲν ἀμελήσαντες τῶν συνθηκῶν, ἐτράποντο ἐπὶ λεηλασίαν καὶ πᾶσαν τὴν χώραν ἐπόρθουν ἀδεῶς, βασιλέως ἀχθομένου καὶ πάντα πράττοντος, ἐξ ὧν ᾤετο κωλύσειν τοὺς βαρβάρους κακοῦν τοὺς φίλους· ὅσοι δὲ μετὰ βασιλέως ἦσαν καὶ τοῦ στρατηγοῦ, τὴν Τριβαλῶν ἰδόντες προσιοῦσαν στρατιὰν, ᾗ καὶ Βοΐχνας συνῆν ὁ Καῖσαρ, ὥρμηντο συμβαλεῖν. βασιλεὺς δὲ ἐπεὶ πολλὰ καμὼν οὐκ ἠδυνήθη