523
πεῖσαι ἀποσχέσθαι μάχης, ἐχώρει καὶ αὐτὸς ἐπὶ τὸν πόλεμον. ᾔεσαν δὲ καὶ οἱ Τριβαλοὶ ὁμοίως ἐπὶ τοὺς βαρβάρους. ἔτι δὲ ἀκροβολιζομένων τῶν βαρβάρων, ὥσπερ ἔθος πρὶν ἥκειν εἰς τὰς χεῖρας, ἔπιπτεν ὁ στρατηγὸς βέλει τρωθεὶς ὑπὸ τῶν Τριβαλῶν, καὶ σύγχυσις δεινὴ καὶ ἀταξία τὸ στρατόπεδον κατεῖχε τῶν βαρβάρων, οἷα δὴ ἐκ πρώτης ἡττημένων εἰσβολῆς. βασιλεὺς δὲ τότε μάλιστα ἐφαίνετο συνεῖναί τε τὰ δέοντα ὢν ὀξὺς ἐν ἐπείγουσι καιροῖς καὶ αὐτός τε καταπράξασθαι καὶ τοῖς ἄλλοις παραινέσαι. αὐτίκα γὰρ ἕτερον ἐχειροτόνει στρατηγὸν καὶ παρῄνει μάλιστα θαῤῥεῖν, ὡς καλῶς αὐτοῦ τοῖς πράγμασι χρησομένου. εἰσωθήσας δὲ αὐτὸν εἰς τοὺς προτάκτους, ἔργα τόλμης καὶ ἀνδρίας ἐπεδείκνυτο θαυμαστά. τρεῖς γὰρ ἐφεξῆς αὐτοχειρίᾳ πολεμίους ἀνελὼν, ἠνάγκασε τῆς μάχης ἀποσχέσθαι Τριβαλούς. αὐτίκα γὰρ ἀνεχώρουν ἐπὶ Φερὰς οὔσας οὐ μακράν. ἔπεσον δὲ κατὰ τὴν συμβολὴν ἐκείνην Περσῶν 3.327 μὲν ὀλίγοι, διπλασίους δὲ ἐκ Τριβαλῶν. τὸ μέντοι βαρβαρικὸν, ὡς παρ' ἐλπίδας αὐτοῖς ἀπήντα τὰ κατὰ τὴν μάχην, οὐ γὰρ ᾤοντο ἀντισχήσειν οὐδὲ πρὸς βραχὺ τοὺς πολεμίους, δεινῶς ἐθορυβοῦντο καὶ ἠτάκτουν καὶ ἤδη ἕτοιμοι ἦσαν πρὸς φυγήν. παραθαῤῥύνας δὲ αὐτοὺς ὁ βασιλεὺς καὶ συντάξας, ὥσπερ ἔθος, ἀνέστρεφεν αὐτὸς τὴν οὐραγίαν ἔχων μετὰ τῶν Ῥωμαίων καὶ τῶν ἀρίστων τῶν Περσῶν. Τριβαλοὶ δὲ οὐχ ὑπέμειναν ἀναιμωτὶ τοὺς βαρβάρους ἐᾷν ἀναχωρεῖν. ὑπώπτευον γὰρ καὶ αὐτοὶ τεθορυβῆσθαι ἐκ τῆς ταχίστης ἀναζεύξεως. καὶ αὖθις ἐπελθόντες, ἐπεχείρουν τρέπεσθαι καὶ διαλύειν τὸν συνασπισμόν. βασιλεὺς δὲ αὖθις ἀντικαταστὰς μετὰ Ῥωμαίων καὶ τῶν ἀρίστων τῶν Περσῶν, ἀπέτρεπε τοὺς πολεμίους. δύο γὰρ ἐφεξῆς ἀπέκτεινε συμβαλών. ἔπεσον δὲ καὶ ἄλλοι ὑπὸ τῶν λοιπῶν ἀνῃρημένοι. ἐξ ἐκείνου δὲ ἡ Τριβαλῶν ἀνεχώρει στρατιὰ ἐπὶ Φερὰς, τὴν βασιλέως ἀνδραγαθίαν ἐκπλαγεῖσα, καὶ οὐκέτι τοῦ λοιποῦ ἠνώχλησαν οὐδέν. μεʹ. Βασιλεὺς δὲ ἄγων τὴν στρατιὰν, ἐστρατοπέδευσεν ἐπὶ Πάνακα τὸν ποταμὸν, ὡς αὐτόθι διανυκτερεύσων, ἅμα δὲ ἕῳ, καὶ τῆς ἐπὶ τὴν λείαν διεσκεδασμένης στρατιᾶς ἐπανελθούσης, ἀσφαλῶς τὸ ἐπίλοιπον ἀνύσων τῆς ὁδοῦ. κλινούσης δὲ ἡμέρας ἤδη, ἡ διασκεδασμένη στρατιὰ ἐπαναζεύξασα ἐκ τῆς λεηλασίας, οὖσα οὐκ ὀλίγη καὶ βοσκημάτων 3.328 πλῆθος ἐπαγομένη αἰχμαλώτων καὶ ἀνδραπόδων, ἐπὶ τὸ στρατόπεδον ἐβάδιζε τῶν ὁμοφύλων, ἀγνοοῦσα τὴν μετὰ τῶν Τριβαλῶν γεγενημένην συμπλοκήν. οἱ δὲ ἐν τῷ στρατοπέδῳ ὑποπτεύσαντες μὴ εἶναι τοὺς σφετέρους, ἀλλὰ τοὺς Τριβαλοὺς συστάντας ἐπιέναι σφίσιν, ἐπεὶ οὐκ ἀξιόμαχοι ἐδόκουν εἶναι πρὸς αὐτοὺς, οὐ διὰ τὸ πλῆθος μόνον, ἀλλὰ καὶ τὴν κατὰ τὰς προγεγενημένας μάχας τόλμαν, ἀναστάντες ἔφευγον κατακράτος ποῤῥωτάτω τῆς στρατιᾶς ἔτι ἐπιφαινομένης, δείσαντες, μὴ ἐγκαταλειφθέντες διαφθαρῶσι, καὶ τὴν ἐν Φιλίππου δίοδον ἐσπούδαζον ἕκαστος διαβαίνειν φθάνοντες τοὺς ἄλλους. ὑπώπτευον γὰρ, εἰ ἐπιγένοιτο ἡ νὺξ καὶ τῆς τροπῆς αἴσθοιντο οἱ Φιλιππήσιοι, οὐδὲν εἶναι κώλυμα παντάπασι διαφθαρήσεσθαι, τῶν μὲν Φιλιππησίων κατασχόντων τὰ στενὰ καὶ οὐκ ἐώντων διαβαίνειν ἐπὶ Θρᾴκην, τῆς στρατιᾶς δὲ ἐπικειμένης καὶ διαφθειρούσης. ἐπί τινος γὰρ ὑπωρείας τῆς Φιλιππησίων πόλεως κειμένης, τὸ μὲν ὑπὲρ τὴν πόλιν ἀβατόν ἐστι διὰ σκληρότητα, φάραγξι βαθείαις καὶ κρημνοῖς καὶ πέτραις περιειλημμένον, τὸ δ' ὑπὸ τὴν πόλιν λεῖον ὂν, τέναγός ἐστι καὶ τέλμα βαθὺ ἑλῶδες καὶ ὕδασι πολλοῖς κατάῤῥυτον. στενὴ δέ τις δίοδός ἐστι μεταξὺ τῆς πόλεως καὶ τοῦ τενάγους, ἣν προὔργου παντὸς ἐποιοῦντο διελθεῖν, πρὶν αἰσθέσθαι τούτους τοὺς Φιλιππησίους ἡττημένους. συναπήχθησαν δὲ τοῖς βαρβάροις καὶ οἱ Ῥωμαῖοι πρὸς τὴν φυγήν. βασιλεὺς δὲ ἀχθόμενος πρὸς τὴν τροπὴν, οὕτω παρὰ λόγον 3.329 γεγενημένην, παρακατέχειν μέν τινας ἐπειρᾶτο καὶ μάχεσθαι τοῖς ἐπιοῦσιν, ἦσαν γάρ τινες ἐκ Τριβαλῶν ὀλίγοι ἐκ τῶν πέριξ κωμῶν συνειλεγμένοι, οἳ ἐπέκειντο αὐτίκα τοῖς βαρβάροις φεύγουσιν· ἡ γὰρ ἐν Φεραῖς στρατιὰ καὶ Βοΐχνας παντάπασιν ἠγνόουν τὸ συμβάν· πράττειν δὲ οὐδὲν ἠδυνήθη τῶν δεόντων, πάντων πρὸς ἓν