524
ὁρώντων, ὅπως τῇ φυγῇ σωθῶσιν. ἀναγκαίως δὲ αὐτὸς καὶ μόνος συνεπλέκετο τοῖς ἐπιοῦσι καὶ ἀνεῖργε τοῦ μὴ τοὺς φεύγοντας διαφθείρειν ἐπιπλέον. ὅμως διεφθάρησαν καὶ Ῥωμαίων καὶ βαρβάρων οὐκ ὀλίγοι, μάλιστα δὲ κατὰ τὴν δίοδον τὴν ἐν Φιλίππου. ἤδη γὰρ καὶ Φιλιππήσιοι τῶν βαρβάρων τῆς τροπῆς αἰσθόμενοι, ἐπέκειντο καὶ διέφθειρον ἁπανταχοῦ. βασιλεὺς δὲ ἀμυνόμενος καὶ περισώζων ἑαυτὸν, ᾔει καὶ αὐτὸς τὴν εἰς Φιλίππου. ἀπειρηκότος δὲ αὐτῷ τοῦ ἵππου ταῖς συχναῖς ἐφόδοις καὶ ἐπεκδρομαῖς, καὶ ἐν ἀμηχανίᾳ ἤδη ὄντι, Κυπαρισσιώτης, εἷς τῶν οἰκετῶν περὶ στρατείας μὲν καὶ μάχας οὐ μάλιστα ἠσχολημένος, λόγοις δὲ ἐσχολακὼς, διέσωζε τό γε ἧκον εἰς αὐτόν. ἀποβὰς γὰρ αὐτὸς τοῦ ἵππου, παρείχετο τῷ βασιλεῖ, εἰς προὖπτον κίνδυνον ἑαυτὸν ἑκοντὶ καταπροέμενος. αὐτίκα γὰρ ὑπὸ τῶν ἐπιόντων Τριβαλῶν συνελαμβάνετο· καὶ δεσμωτήριον οἰκήσας ἐπὶ χρόνον, αὖθις ἐλέλυτο ὑπὸ τῶν κατασχόντων διὰ τὴν περὶ τὴν πίστιν κοινωνίαν. βασιλεὺς δὲ γενόμενος ἄχρι τῆς Φιλίππου μόνος, ἐπεὶ τήν τε δίοδον ἑώρα ἐχομέ 3.330 νην καὶ οὔτε βιάζεσθαι ἐνῆν τοσούτους ὄντας, οὔτ' ἐφ' ἕτερόν τι βέλτιον τραπέσθαι, ἐπὶ τὸ ἕλος ἐχώρει καλάμοις ὂν συνηρεφὲς, λήσειν οἰόμενος, ἄχρις ἂν ἐπιγένηται ἡ νύξ. τοῦ τέλματος δὲ τὸν ἵππον οὐ δυναμένου στέγειν, ἀλλ' ὑποχωροῦντος ταῖς ὁπλαῖς καὶ κατέχοντος ἐμπηγνυμένας, ἀπέβαινεν ὁ βασιλεὺς καὶ συνεκρύπτετο ὑπὸ τὸ ἕλος. Φιλιππήσιοι δὲ ἐπιδραμόντες, οὐ γὰρ ἠγνόουν, ὅστις εἴη, Γαυρᾶ τινος τῶν βασιλέως οἰκετῶν κειμένου τραυματίου παρ' αὐτοῖς καὶ ὅσον οὐδέπω ἀπολείποντος πόῤῥωθεν γνωρίσαντος καὶ εἰπόντος πρὸς αὐτοὺς ἀπεριέργως, ὡς εἴη βασιλεὺς ὁ προσιὼν, καὶ διερευνησάμενοι τὴν ὕλην ἀκριβῶς ὑπὸ κυσὶ, συνελάμβανόν τε καὶ ἦγον εἰς τὴν πόλιν. ὁ μὲν οὖν βασιλεὺς Ματθαῖος εἰς τοῦτο ἦλθε κακοπραγίας καὶ τοιαύταις συμφοραῖς ἐχρήσατο, τοῖς πώποτε περὶ πολέμους ἀτυχήσασι τὰ μέγιστα ἁμιλληθείς. Βοΐχνας δὲ ὁ Καῖσαρ, ἐπεὶ ἐπύθετο φρουρούμενον βασιλέα ἐν Φιλίππου, εἰς τὴν ὑστεραίαν ἐκεῖθεν ἀναλαβὼν, ἤγαγεν εἰς τὴν οἰκίαν ἐπὶ ∆ράμαν καὶ πολλῆς ἠξίωσε προνοίας καὶ τιμῆς. φρουροὺς δὲ ἐπέστησεν ἀγρύπνους καὶ πᾶσαν ἐπεδείκνυτο σπουδὴν περὶ τὴν φυλακήν· ἐπηγγέλλετό τε, εἰ γένοιτο ἐπ' αὐτὸν, ἐκπέμψειν εἰς τὴν οἰκίαν. ὑπώπτευε γὰρ Κράλαιναν ἐναντιώσεσθαι, αὐτῇ προσήκειν ἀξιοῦσαν ὥσπερ τι τοῦ πολέμου λάφυρον ἔχειν βασιλέα. διὸ δὴ ἐδόκει ἥκειν ἐπ' ἐκείνην τάχιστα ἐξαιτησόμενον, ἅμα μὲν 3.331 καὶ χρήματα ἐλπίζων παρ' ἐκείνου λήψεσθαι, ἅμα δὲ καὶ φίλον ἔχειν βέβαιον, ὥστ', εἰ δέοι αὖθις τοῖς προτέροις ἐπιχειρεῖν, μεγάλην ἔχειν παρ' ἐκείνῳ δύναμιν. ὁ μὲν οὖν τοιαύτην ἔχων γνώμην, ἠπείγετο ἐπὶ Φεράς. νόσῳ δέ τινι ὁδεύων μεταξὺ κατασχεθεὶς, ἐν πέντε καὶ εἴκοσιν ἡμέραις ἐκωλύθη εἰς Φερὰς ἐλθεῖν, ἀδυνάτως ἔχων χρῆσθαι ἑαυτῷ. Παλαιολόγος δὲ ὁ βασιλεὺς ἐν ταύταις ταῖς ἡμέραις τοῦ Ὀρχάνη ἕνεκα παιδὸς περὶ Τένεδον τριήρεσι διατρίβων, ἐπεὶ πύθοιτο τὰ κατὰ Ματθαῖον τὸν βασιλέα, ἄρας, ὡς εἶχε τάχους, ἧκεν εἰς Περιθεώριον κἀκεῖθεν εἰς Κουμουτζηνὰ προσχωρήσαντα ἑτοίμως. ἔπειτα καὶ τὴν Γρατιανοῦ πόλιν εἷλεν ἐλθὼν, οὐδενὸς ἀνθισταμένου· πάντες γὰρ ἐδέχοντο προθύμως ἐκ συνθήματος, οὐδεμιᾶς ἐλπίδος ἔτι ὑπολειπομένης ἐκ Ματθαίου βασιλέως. ἐν ᾗ καὶ βασιλίδος τῆς Εἰρήνης ἅμα δυσὶν υἱέσι καὶ τοσαύταις θυγατράσι κύριος γενόμενος Θεοδώρα γὰρ ἡ πρεσβυτέρα τῶν Ματθαίου τοῦ βασιλέως θυγατέρων παρὰ τῇ μάμμῃ Εὐγενίᾳ τῇ βασιλίδι ἐτρέφετο ἐν Βυζαντίῳ, καὶ χρησάμενος φιλανθρώπως, οὐδὲν γὰρ ἠδίκησεν, οὐδὲ ἀφείλετο οὐδὲν τῶν ὄντων, οὔτ' ἐκείνην, οὔτε τοὺς περὶ αὐτὴν, εἰς Τένεδον ἐξέπεμψε τὴν νῆσον. αὐτὸς δὲ τῇ πόλει ἐπιστήσας ἄρχοντα καὶ τἄλλα εὖ διοικησάμενος, εἰς Περιθεώριον ἐπανελθὼν, πρεσβείαν πρὸς Βοΐχναν ἐποιεῖτο αὖθις ἐπανήκοντα ἤδη ἐκ Φερῶν καὶ ἀδείας τυχόντα, ὥστε χρῆσθαι, ὅ,τι βούλοιτο, τῷ βασιλεῖ Ματθαίῳ, χρή 3.332 ματά τε ἐπηγγέλλετο πολλὰ παρέξειν, εἰ τὸν γυναικὸς ἀδελφὸν δεδεμένον παραδοίη. Βοΐχνας δὲ πρότερον μὲν αὐτός τε ὥρμητο, ὥσπερ ὅρκοις διεβεβαιοῦτο, τὸν βασιλέα Ματθαῖον ἐκπέμπειν εἰς τὴν οἰκίαν, καὶ βασιλέως