525
τοῦ Παλαιολόγου πρεσβευσαμένου πρὸς αὐτὸν ἐπὶ τῷ προδιδόναι, οὐδ' ἄκροις ὠσὶν ἠνέσχετο τῶν λόγων· τότε δὲ ἤδη πεπυσμένος, ὡς πόλεις τε αἱ ὑπ' ἐκεῖνον καὶ παῖδες καὶ γυνὴ ἑάλωσαν, ἐλπίς τε οὐδεμία ἔτι ὑπελείπετο, ὥστε παρ' ἐκείνου χρήματα λαβεῖν, ἢ πρὸς τὴν τῶν μελετωμένων ἐπιχείρησιν χρήσιμος ἔσεσθαι αὐτοῖς, ἄπολις ὢν ἤδη καὶ ἀνέστιος, μεταβαλὼν ἐτράπετο ἐπὶ συμβάσεις πρὸς Παλαιολόγον βασιλέα, ὥστε παραδοῦναι ἐπὶ χρήμασιν. ἐπεὶ δὲ τέλος εἶχον αἱ συμβάσεις, καὶ τὰ χρήματα ἐδέχετο, ὑποπτεύσας μὴ τυχών τινος φιλανθρωπίας παρὰ βασιλέως Ἰωάννου ἀμύναιτό ποτε ὕστερον Ματθαῖος ὁ βασιλεὺς τῆς προδοσίας ἕνεκα αὐτὸν, ἐσκέψατο ἀποστερεῖν τῶν ὄψεων, ἅμα οἰόμενος ἔσεσθαι καὶ βασιλεῖ τῷ Ἰωάννῃ κατὰ γνώμην, εἰ ὑφ' ἑτέρων, ἀλλὰ μὴ αὐτοῦ, ὁ πολέμιος ἐκτυφλωθείη. καὶ πέμψας πρὸς βασιλέα, ἠξίου πράττειν, ἃ ἐσκέψατο. ὁ δ' οὐκ ἠνέσχετο τῶν λόγων, ἀλλ' εἰ μὴ σῶον παντάπασιν ἀποδοίη, ἠξίου μὴ ἀπολαμβάνειν· καὶ πᾶσαν ἐπεδείξατο σπουδὴν, ὥστε πείθειν τὸν Τριβαλὸν μηδὲν ἐκεῖνον ἀδικεῖν, ἐπέμπετό τε πρὸς αὐτὸν μηδὲν τὸ σῶμα διαλωβηθείς. ἐπεὶ δὲ ἦν ἐν ταῖς βασιλικαῖς τριήρεσιν, ἅμιλλα πολλὴ Ῥωμαίων πρὸς ἀλλήλους ἀνεφύετο, πάντων παραινούντων βασιλεῖ τὸν γυναικὸς ἀδελφὸν τῶν ὄψεων ἀποστερεῖν, ὡς 3.333 οὕτω πολλῶν πραγμάτων ἀπαλλαξομένῳ καὶ μὴ αὖθις ἑαυτῷ μὲν ἀγώνων καὶ κινδύνων, τοῖς δ' ἄλλοις πᾶσι Ῥωμαίοις πρόφασιν πολέμου ἐμφυλίου καταλείπειν. εἶχον δὲ οὐ πάντες τὴν ἴσην γνώμην ἐν τοῖς λεγομένοις, ἀλλ' οἱ μὲν ὑπὸ τῆς ἄκρας ἀπεχθείας εἰς ἐκεῖνον τοιαῦτα συνεβούλευον, ἡγούμενοι οὐκ ἀνεκτὸν, εἰ μὴ πρὸς ταῖς ἄλλαις κακοπραγίαις καὶ τὸ βλέπειν ἀφαιροῖτο, ὡς ἅμα τε ἐλπίδα εὐπραγίας μηδεμίαν ἔχοι καὶ πολλὴν τὴν ἐκ τῶν περισχόντων δυσχερῶν ἀνίαν ὑπομένοι· οἱ δ' οὐδὲν τοιοῦτον ἐνενόουν, ἀλλ' ἁπλῶς οὕτω τοῖς ἄλλοις συμφερόμενοι, ἠφείδουν καὶ τῶν ἀναγκαιοτάτων, καὶ τύφλωσιν κατεψηφίζοντο ἐκείνου, οἰόμενοι ἐκ τούτου εὖνοι νομισθήσεσθαι Παλαιολόγῳ βασιλεῖ καὶ τῆς εὐνοίας ταύτης οὐ φαύλας τινὰς, οὐδ' εὐκαταφρονήτους σχήσειν τὰς ἐπικαρπίας. ἔνιοι δὲ αὐτῶν καὶ σφόδρα ἀλγοῦντες καὶ δακνόμενοι ταῖς ἐκείνου συμφοραῖς καὶ πρὸς μόνην ἀκοὴν τῶν λεγομένων ἀνιώμενοι καὶ ἀγωνιῶντες οὐδὲν ἧττον ἢ εἰ καὶ κατ' αὐτῶν ἐμελετᾶτο τὰ δεινὰ, ὅμως δέει τοῦ μὴ δοκεῖν πολέμιοι βασιλεῖ τῷ Ἰωάννῃ εἶναι, τοῖς μάλιστα δοκοῦσιν εὔνοις ἐναντία συμβουλεύοντες, παρῄνουν καὶ αὐτοὶ τὰ ἴσα. ἐνταῦθα δὴ Παλαιολόγος ὁ βασιλεὺς οὐ φιλανθρωπίας μόνον καὶ ἐπιεικείας δείγματα ἐξήνεγκε σαφέστατα, ἀλλὰ καὶ μεγαλοψυχίας καὶ ἀνδρίας καὶ φρονήσεως. τὸ μὲν γὰρ ἐπὶ τοσοῦτον προηγμένου τοῦ πολέμου καὶ τοσαύτης μεταξὺ ἀλλήλων τῆς διαφορᾶς κεκινημένης, ὥστε ἀκηρύκτως ἔχειν καὶ 3.334 ἡδέως ἂν ἑκάτερον οὐ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ τῆς ζωῆς, εἰ οἷόντε, τὸν ἕτερον ἰδεῖν ἐκπίπτοντα, καὶ πᾶσαν σπουδὴν ἐπιδεικνύμενον ὑπὲρ τοῦ διαφθείρειν, ἔπειτα περιγεγενημένον καὶ δυνάμενον χρῆσθαι ὅ,τι ἂν ἐθέλοι, μὴ πρὸς τὰ ὑπηργμένα ἀπιδεῖν, μηδ' ὅπως κακώσει σκοπεῖν τὸν δόξαντα ἠδικηκέναι, ἀλλὰ τοῦτο μὲν βαρβάροις τισὶν ἡγήσασθαι προσήκειν, θηρίων οὐδὲ ἄμεινον διακειμένοις τὴν ὠμότητα καὶ ἀλογίαν, αὐτὸν δὲ χρησάμενον ἔμφροσι καὶ δικαίοις λογισμοῖς καὶ τὴν ἀνθρωπίνην φύσιν κατοικτείραντα, ὅτι τοσούτοις πάθεσιν ὑπόκειται καὶ μεταβολαῖς, ἀρκεῖν ἡγήσασθαι πρὸς ἀσφάλειαν τοῦ βίου τὸ τῶν πολεμίων περιγεγενῆσθαι καὶ περαιτέρω μηδὲν ζητεῖν, ἔργῳ δείξαντα, ὡς τοῖς μὲν βαρβάροις ἄχρι τοῦ δυνατοῦ προσῆκον πολεμεῖν, τοῖς δ' ὁμοφύλοις ἄχρι τοῦ κρείττονος, ποίαν ἀπολείπει μεγαλοψυχίας φανερὰν ἀπόδειξιν; τὸ δ' αὖ πάλιν τὴν μόνην πρόφασιν οὖσαν μεγίστης ἑαυτῷ φιλοτιμίας μὴ προανελεῖν, ἀλλὰ διατηρήσαντα χρῆσθαι ἐπικαίρως καὶ δόξης ἐν τοῖς ὕστερον ἐσομένοις ἀείμνηστα μνημεῖα καταλείπειν ἑαυτῷ, φρονήσεως καὶ εὐβουλίας δικαίως ἀντιθείη τις. ἀλλὰ μὴν τὸ τὰ ἴσα πάντων παραινούντων καὶ μηδὲν παραλειπόντων τό γε ἧκον πρὸς αὐτοὺς τὸ σπουδαζόμενον εἰς ἔργον ἀγαγεῖν αὐτὸν, μήτε πρὸς τὴν ἀξίωσιν, ὡς λυσιτελὴς καὶ δικαία τὸ δοκεῖν