526
ἰδεῖν, μήτε πρὸς τὸ πλῆθος καὶ τὴν συμφωνίαν, ἀλλὰ πάντα παριδόντα τοῖς δεδογμένοις καλῶς ἐγκαρτερεῖν, καὶ μηδὲν 3.335 καταπλαγέντα πράττειν παρὰ τὰ ἐψηφισμένα, οὐδὲν ἕτερον, εἰ μὴ ψυχῆς ἀνδρία καὶ τῶν λογισμῶν στεῤῥότης παρεσκεύαζε. δι' ἃ δὴ πάντα πάντων τῶν ἄλλων ἀμελήσας, εἰς Τένεδον ἤγαγε τὸν γυναικὸς ἀδελφὸν, οὐδὲν ἠδικηκὼς, ὥσπερ παρῄνουν οἱ πολλοὶ, καὶ γυναικὶ καὶ τέκνοις ἐφῆκε συνδιάγειν χρόνον τινὰ βραχὺν, ἔπειτα ἐκέλευε τέκνα μὲν ἐκείνου καὶ γυναῖκα εἶναι ἐν Τενέδῳ, αὐτὸν δὲ εἰς Λέσβον ἀπαχθέντα, φρουρεῖσθαι ἐν δεσμοῖς· καὶ ἐπράττετο πάντα, ᾗ προσέταττεν ὁ βασιλεύς. αὐτὸς δὲ ἄρας ἐκ Τενέδου, ἦλθεν εἰς Βυζάντιον, καὶ γενόμενος ἐν τῇ Μαγκάνων μονῇ πρὸς βασιλέα τὸν κηδεστὴν, ὅσα τε συμβαίη, διηγεῖτο, καὶ ἐπηγγέλλετο ὡς ὕστερον ὀλίγῳ τὸν γυναικὸς ἀδελφὸν ἀνήσων τῶν δεσμῶν. κράτιστον μὲν γὰρ εἶναι μηδὲ κεκινῆσθαι, ἔφασκε, τὴν ἀρχὴν τὴν πρὸς ἀλλήλους διαφορὰν, μηδὲ ἐπὶ τοσοῦτον τὴν φύσιν ἠγνοηκέναι, ὥστε τοὺς ὑπὲρ ἀλλήλων ἀποθνήσκειν ὄντας δικαίους πολεμίους καθεστάναι καὶ πᾶσαν ἐξευρίσκειν μηχανὴν, ἐξ ὧν ἀλλήλους διαφθεροῦμεν· ἐπεὶ δ' οὕτω συνηνέχθη, καὶ τύχαις ἐκεῖνος χρησάμενος δυσκόλοις, ὑπὸ Τριβαλῶν ἁλοὺς, ἤχθη δεσμώτης. εἰς ἐμὲ, ἐγὼ μὲν εὐθὺς καὶ πρὸς μόνην ἐδυσχέρανα τὴν ὄψιν, καὶ τὴν προτέραν ἅπασαν δυσμένειαν ἐκβαλὼν, ἡττήθην πρὸς τὴν φύσιν. καὶ τό,τε νῦν ἔχον ἐσκεψάμην φιλανθρώπως χρῆσθαι καὶ μικρὸν ὕστερον ἀπολύειν τῶν δεσμῶν. ἀφῆκα δ' ἂν καὶ νῦν, εἰ μὴ τὴν ἐπὶ τὸ χρῆσθαι τοῖς πράγμασιν ἀπερισκέπτως παρὰ τῶν πολλῶν ὑπώπτευον γραφήν. μικρὸν δὲ ὕστερον, ὡς ἂν 3.336 μετ' εὐβουλίας καὶ φροντίδος δοκῶμεν πάντα πράττειν, ἀνήσω τῶν δεσμῶν. τοιαῦτα μὲν Παλαιολόγος ὁ βασιλεὺς πρὸς βασιλέα τὸν κηδεστὴν ἐπηγγείλατο ἐπὶ τὸ ἀπολύειν τὸν υἱόν. μʹ. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς ἥδιστα διατεθεὶς πρὸς τὰς ἐπαγγελίας, «πρῶτα μὲν,» εἶπε πρὸς βασιλέα τὸν γαμβρὸν, «πολλὰς αὐτός σοι χάριτας ὁμολογῶ, ὅτι, καίτοι πολλῶν ἐπικειμένων καὶ παραινούντων ἐκτυφλώττειν τὸν υἱὸν καὶ πολλήν τινα ἐχούσαις τὴν πειθὼ χρωμένων ἀποδείξεσιν, αἷς καὶ πάντα ὁντινοῦν ἂν ἔπεισαν ταῖς παραινέσεσιν αὐτῶν προσέχειν, αὐτὸς ἐπιεικείᾳ πολλῇ χρησάμενος καὶ εὐβουλίᾳ καὶ συνέσει, σῶον διετηρήσας, ὥσπερ ἂν ὑπὲρ φίλου πρὸς πλείστους τοὺς ἀντικαθισταμένους ἀγωνισάμενος ὑπὲρ ἐκείνου. ἔπειτα δὲ καὶ τῆς ἐπιεικείας ταύτης καὶ τῆς ἡμερότητος θεός τε ἄνωθεν ἀμείψεται ἀξίαις δωρεαῖς, καὶ παρ' ἐμοὶ τὴν χάριν ἕξεις ἀνάγραπτον ἐς ἀεί. ἐγὼ δὲ πρότερον μὲν, ἡνίκα ὑμῖν ὁ πρὸς ἀλλήλους πόλεμος ἀνήπτετο, πολλαῖς ἐβαλλόμην ὁσημέραι ταῖς φροντίσι καὶ δεινοῖς τισιν ἀνηκέστοις ὑπώπτευον περιπεσεῖσθαι ἀναγκαίως. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων, ὁποτέροις ἂν πρόσθωνται τῶν πρὸς ἀλλήλους πολεμούντων, ἢ συνήδεσθαι συμβαίνει, ἂν νικῶσιν, ἢ τοὐναντίον συμμετέχειν τῆς κακοπραγίας, ἂν ἡττῶνται· πατρὶ δὲ, πολεμούντων πρὸς ἀλλήλους τῶν υἱῶν, μία μόνη παραμυθία τὸ καταλύσαντας λείπεται τὸν πόλεμον, εἰρήνην 3.337 ἄγειν καὶ ἀλλήλοις εὐνοεῖν. ἂν δ' ἀσυμβάτως ἔχοντας ὁρῴη καὶ ξίφεσι μᾶλλον, ἢ λόγοις πειρωμένους διαλύειν τὰς διαφορὰς, οὐδὲν ἔστι, ὃ τὴν λύπην διαλύειν δύναιτ' ἂν ἐκείνῳ καὶ τὴν συμφοράν. ὁπότερος γὰρ ἂν νικῴη τῶν υἱῶν, οὐ τοσοῦτον εὐφρανεῖ περισωθεὶς, ὅσον ἀνιάσει τὸν ἀδελφὸν ἀπεκτονώς. ἂν δέ ποτε συμβαίη καὶ ἀμφοτέρους ὑπ' ἀλλήλων πεσεῖν κατὰ τὴν μάχην, ὃ καὶ πρότερόν ποτέ τισιν ἀκούομεν συμβεβηκέναι, οὐδ' ἀθυμίας ὑπερβολὴν ἐλλείπει, οὐδὲ συμφορᾶς οὐδεμιᾶς. ἃ πάντα μοι πρότερον ἐννοοῦντι καὶ αὐτῷ, σύγχυσις δεινὴ καὶ ἀθυμία τὴν ψυχὴν κατεῖχε, καὶ ὥσπερ κειμένους ἐθρήνουν τοὺς υἱοὺς, καὶ πρὶν ἐλθεῖν εἰς χεῖρας, ἢ τό γε μετριώτερον τὸν ἕτερον. οὕτω γὰρ ἠνάγκαζε πείθειν τό,τε ἀσυμβάτως ἔχοντας ὁρᾷν ὑμᾶς πρὸς τὴν εἰρήνην καὶ τὸ καθάπαξ ὀργῇ πρὸς ἀλλήλους φέρεσθαι καὶ βούλεσθαι σιδήρῳ τὴν περὶ τῆς ἀρχῆς φιλονεικίαν διαλύειν. νυνὶ δ' οὕτω κρίναντος τοῦ θείου, κἀκείνου μὲν ἐν τῇ πρὸς Τριβαλοὺς ἁλόντος μάχῃ καὶ παραδεδομένου σοι ὑπὸ τῶν κρατησάντων, σοῦ δὲ