527
ἡμέρως χρησαμένου καὶ φιλανθρώπως καὶ οὐδὲν τῆς πρὶν δοκούσης δυσμενείας ἐπιδεδειγμένου ἄξιον, πρῶτα μὲν τῆς ἑκατέρων σωτηρίας τῷ κρείττονι πολλὰς τὰς χάριτας ὁμολογῶ, οὕτω τὰ ἡμέτερα διῳκηκότι φιλανθρώπως, καὶ τῆς πολλῆς ἀπήλλαγμαι φροντίδος καὶ ἀθυμίας τῆς ἐφ' ἑκατέροις ἐκ τῶν λογισμῶν ἐγγινομένης, ἔπειτα δὲ καὶ σοὶ οὐδὲν ἧττον, ὅτι δυνάμενος λυπεῖν ἐν τῷ ἐκεῖνον τιμωρεῖσθαι, 3.338 οὐκ ἠθέλησας. οὐ μὴν ἀλλ' εἴ τι καὶ τῆς ἀνίας ὑπολέλειπτο, οὐ γὰρ οὖν ἀρνήσομαι, ὡς, ἐκείνου δεδεμένου, οὐ δοκῶ ἐλάττω ὑπομένειν διὰ τὴν συμπάθειαν τὴν πρὸς ἐκεῖνον, ἀνῄρηκας παντάπασι νυνὶ, ἐπαγγειλάμενος ἀνήσειν τῶν δεσμῶν μετὰ μικρόν. ὃ καλῶς ποιήσεις ἀληθὲς ἐπὶ τῶν ἔργων ἀποδείξας. οὐ γὰρ πρὸς εὐδοξίαν μόνον, ἀλλὰ καὶ πρὸς ἀσφάλειαν ἄριστα σαυτῷ βουλεύσῃ. ἂν μὲν γὰρ διὰ βίου κατέχειν ἐν δεσμοῖς τὸν γυναικὸς ἀδελφὸν διανοήσῃ, ἄδηλον μὲν, εἰ μὴ διαδρᾶναι δυνηθεὶς αὖθις πολεμήσει, ἀδηλότερον δὲ οὐχ ἥκιστα, εἰ μὴ καὶ νικήσει πεπολεμηκώς. πολλοὶ γὰρ πολλάκις ἐκ μεγάλης ἥττης καὶ κακοπραγίας ἀνασφήλαντες περιεγένοντο τῶν πολεμίων ἐκ τῶν προτέρων ἀτυχημάτων, ἐμπειρότερον χρησάμενοι τοῖς πράγμασιν. εἰ δ' ἄρα σοι καὶ τοῦτο περιέσται τὸ πολλῇ προνοίᾳ χρησαμένῳ περὶ τὴν ἐκείνου φυλακὴν, κατέχειν ἐν ἀφύκτοις διὰ βίου, πρῶτον μὲν πολλαῖς ἀεὶ συνέσῃ καὶ ποικίλαις ταῖς φροντίσι, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν λυμαινομέναις ἀεὶ τῷ βίῳ καὶ οὐδεμίαν συγχωρούσαις εὐθυμίας αἴσθησιν λαμβάνειν. οὐ γὰρ τοὺς ἐν τέλει Ῥωμαίων ὑποπτεύειν ἀνάγκη μόνον ἐπιβούλους εἶναι, ἄν τι τύχῃς πρὸς αὐτοὺς προσκεκρουκὼς, ἀλλὰ καὶ τοὺς τὴν ἐκείνου φυλακὴν πεπιστευμένους καὶ τοὺς οἰκειοτάτους αὐτοὺς, εἰ οἷόντε εἰπεῖν. πρὸς γὰρ τῷ ῥᾳδίους εἶναι τοὺς ἀνθρώπους πρὸς μεταβολὰς καὶ χαίρειν ἀεὶ τοῖς 3.339 νεωτερισμοῖς, ἂν καὶ προφάσεώς τινος εὐπορῶσι, δι' ἧς ἂν ἀμύνασθαι ῥᾷστα τοὺς λελυπηκότας δυνήσεσθαι οἰήσονται, μᾶλλον χρὴ προσδοκᾷν εὐμεταβόλους ἔσεσθαι καὶ ῥᾳδίους πρὸς ἐπιβουλὰς ἔχοντας ἐγγὺς τὸν ἢ τῶν παρόντων ἀπαλλάξοντα κακῶν ἢ πολλῶν ἐμπλήσοντα δώρων καὶ μεγάλων ἀξιώσοντα τῶν εὐεργεσιῶν. ἔπειτα δὲ εἴ σοι καὶ κατὰ τὴν ἡλικίαν τήνδε, οὐ γὰρ ἀδύνατον, ἀνθρώπῳ γε ὄντι, ἐφ' οὕτω νηπίοις συμβαίη τοῖς τέκνοις ἀποθνήσκειν, ἐλπὶς ἐκείνοις οὐδεμία εὐπραγίας ἀπολείπεται. τὸ μὲν γὰρ τὴν ἀρχὴν αὐτοὺς ἰθύνειν μετὰ τῆς μητρὸς ἐφ' οὕτω χαλεποῖς καιροῖς καὶ δυσκόλοις καὶ παντάπασι διεφθαρμένοις πράγμασιν ἀδύνατον. λείπεται δὲ ἢ τὸν φρουρούμενον ἐκεῖνον προσκαλεσαμένους πάντας ἐκ συνθήματος αἱρεῖσθαι βασιλέα, ἢ τῶν ἄλλων ἕνα, ὃς ἂν μάλιστα πλείους σχοίη τοὺς σπουδαστὰς καὶ δεινότερος δοκοίη καὶ μᾶλλον ἄρχειν ἐπιτήδειος. ἂν μὲν οὖν ἐκεῖνος αἱρεθείη, δοκῶ μοι μηδὲν ἧττον καὶ αὐτὸς φιλονεικήσειν ἡμερώτερος φανεῖσθαι τοῖς παισὶ τοῖς σοῖς, ἢ αὐτὸς ἐκείνῳ ὤφθης. τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐν δεσμωτηρίῳ κατακλείσαντα κατέχειν διὰ βίου, καὶ μηδέν τι δεινότερον ἕτερον προσθεῖναι. εἰ δ' ἐφ' ἕτερόν τινα, ὅπερ μάλιστα ἀπεύχομαι, μεταβαίη ἡ ἀρχὴ, ὀκνῶ μὲν εἰπεῖν καὶ μέχρι λόγου δακνόμενος τῇ προσδοκίᾳ τῶν δεινῶν· ἐλπὶς δὲ οὐδεμία ἀπολείπεται, μὴ οὐ πάντας ἄρδην ἀπολεῖσθαι. εἰ δ' 3.340 ὅπερ αὐτὸς ἑκοντὶ προείλου, νῦν καὶ εἰς ἔργον ἐθελήσεις ἀγαγεῖν, ἄριστα ἔσῃ σαυτῷ τε κἀκείνῳ βεβουλευμένος. ἐκεῖνός τε γὰρ τῶν δεσμῶν ἀπολυθεὶς, ἀεί σοι χάριν εἴσεται βεβαίαν τῆς εὐεργεσίας καὶ ζῶντί τε πειράσεται εὐγνωμονεῖν καὶ ἔργοις αὐτοῖς ποιεῖν καταφανὲς, ὡς εἰς ἄξιον κατέθου τὰς εὐεργεσίας, καὶ μετὰ τελευτὴν, εἰ τοῦτο συμβαίη, πάντα ἔσται τοῖς παισὶ τοῖς σοῖς καὶ πᾶσιν, οἷς ἔχει, ἄν τινες ἀδικεῖν ἐθέλωσιν, ἐπικουρήσει καὶ συνδιατηρήσει τὴν ἀρχὴν αὐτοῖς, ὡς ἂν ὑπὲρ οἰκείων καὶ φίλου καὶ γνησίου παίδων ἀγωνιζόμενος. καὶ σὺ τὸν ἐπίλοιπον ἥδιστα βιώσεις βίον, οὐ τῶν φροντίδων μόνον ἀπηλλαγμένος καὶ τῶν ἄλλων δυσχερῶν, ἃ ὑπομενεῖς ἐκ τῶν ὑπονοιῶν, ἀλλὰ καὶ τῆς εἰς ἐκεῖνον εὐεργεσίας μεγάλας εὐθὺς καρπούμενος τὰς ἀμοιβὰς, εὐφημούμενος ὑπὸ πάντων καὶ τῆς μεγαλοψυχίας θαυμαζόμενος. πρὸς τούτοις δὲ καὶ τοὺς