528
προσήκοντας ἐκείνῳ πάντας πολλάς σοι χάριτας εἰδέναι παρασκευάσεις, καὶ ὥσπερ τισὶ δεσμοῖς ἀῤῥήκτοις εὐνοίας δήσεις, ὑφ' ὧν ἀναγκασθήσονται διὰ βίου τῶν εἰς εὐδοξίαν καὶ ὠφέλειαν τὴν σὴν ἡκόντων μηδενὸς καταμελεῖν. ὡς οὖν ἐπὶ μεγάλοις ἀγαθοῖς ἐπιδειξόμενος τὴν μεγαλοψυχίαν, μὴ μέχρι λόγων μόνον στήσῃς τὴν ὁρμὴν, ἀλλὰ τὰ καλῶς βεβουλευμένα ταχέως φανῆναι καὶ εἰς ἔργον ἀγαγών.» μζʹ. Τοιαῦτα μὲν βασιλεὺς ὁ Καντακουζηνὸς πρὸς τὸν 3.341 Παλαιολόγον βασιλέα διειλέχθη ἐπὶ τῷ Ματθαῖον βασιλέα τὸν γυναικὸς ἀδελφὸν ἀπολύειν τῶν δεσμῶν παρακαλῶν. ὁ δὲ καὶ πρότερον ὡρμημένος οἴκοθεν, ἔτι μᾶλλον ἐπεῤῥώσθη καὶ ἐσκέπτετο εἰς ἔργον τὰ βεβουλευμένα ἀγαγεῖν. μεταξὺ δέ τι συμβὰν τοιοῦτον ὀλίγου δεῖν παρέπεισε τῶν προτέρων ἀποσχέσθαι βουλευμάτων. Ζειανὸς γάρ τις τῶν Καντακουζηνοῦ τοῦ βασιλέως οἰκετῶν, Εὐγενίᾳ τῇ βασιλίδι προσελθὼν, παρῄνει πρὸς τὴν ἐλευθερίαν τοῦ υἱοῦ μὴ κατοκνεῖν, μηδὲ τοῖς βασιλέως τοῦ γαμβροῦ προσέχειν λόγοις πρὸς ἀπάτην συνεσκευασμένοις καὶ φενακισμὸν, ἀλλ' αὐτήν τε διακινδυνεύειν καὶ τοὺς φίλους παρορμᾷν. αὐτὸν δὲ τὰ μέγιστα συγκατεργάσεσθαι, ἢν χρήματά τε μέτρια παράσχοιτο αὐτή τινα καὶ τοὺς φίλους πείσειε συναίρεσθαι. δυνήσεσθαι γὰρ αὐτὸν οὐ τῶν δεσμῶν ἐκεῖνον μόνον ἀπαλλάττειν, ἀλλὰ καὶ πρὸς τὴν ἀρχαίαν εὐετηρίαν ἐπανάγειν, εἰ τὰ βεβουλευμένα εἰς ἔργον δυνηθείη ἀγαγεῖν. Εὐγενία δὲ ἡ βασιλὶς πολλὴν ἐκείνου καταγνοῦσα ἄνοιαν, ὡς μείζω, ἢ κατὰ τὴν προσοῦσαν ἐπαγγελλομένου δύναμιν, ἀπέπεμπέ τε, οὐδὲ λόγου ἀξιώσασα, καὶ παρῄνει ἠρεμεῖν, ὡς οὐδὲν πλέον, ἢ πολλῶν ἑαυτῷ βασάνων αἰτίου ἐσομένου τοῦ τολμήματος. ὁ δὲ ὑπὸ πολλῆς παραπληξίας αὐτός τε ὥρμητο ἐπὶ πράξεις ἀνοήτους καὶ ἄλλους ἐπεχείρει πείθειν πολλῷ βελτίους ἑαυτοῦ, ὡς μεγάλα δυνησομένους παρὰ Ματθαίῳ βασιλεῖ, εἰ τοιαῦτα ὑπὲρ ἐκείνου πράττοντες ὀφθεῖεν. γνώμην δὲ αὐτὸς εἰσῆγεν, ὡς καιρὸν ἐπιτηρήσαντας, ἡνίκα ἂν ἔξω Βυζαντίου διατρίβοι βασι 3.342 λεὺς, αὐτοὺς παρασκευασαμένους, τοῖς ἐν βασιλείοις ἐπιθέσθαι φρουροῖς πρὶν αἰσθέσθαι· ἐξελάσαντας δὲ αὐτούς τε καὶ τοὺς ἄλλους ἅπαντας ὁμοίως, αὐτοὺς τὸ φρούριον κατέχειν καὶ ἀμύνεσθαι τοὺς ἐπιόντας, τοὺς παῖδας βασιλέως μόνον ἔνδον καὶ γαμετὴν τὴν βασιλίδα κατασχόντας. ἂν δ' ἐπίῃ βασιλεὺς αὐτοῖς καὶ κελεύῃ προσχωρεῖν, ὅρκους ἀπαιτεῖν αὐτὸν, ἦ μὴν αὐτούς τε μὴ ἀμύνασθαι τῆς τόλμης ἕνεκα, ἀλλ' ἀπαθεῖς κακῶν διατηρεῖν, καὶ προσέτι χρήματα παρέχειν καὶ Ματθαῖον βασιλέα τὸν γυναικὸς ἀδελφὸν ἀφιέναι τοῦ δεσμωτηρίου καὶ τῆς πόλεως Ἀδριανοῦ καὶ τῶν περὶ αὐτὴν πολιχνίων ἐπιτρέπειν τὴν ἀρχήν. εἰ δὲ μὴ πρὸς πάντα βασιλεὺς ὑπείκοι, μηδὲ πείθοιτο, ἀπειλεῖν, ὡς ἀποκτενοῦσι παῖδας καὶ γυναῖκα. αὐτὸν δὲ τοῖς ὅπλοις μὴ δυνάμενον περιγενέσθαι, προήσεσθαι πάντα ὑπ' ἀνάγκης τῆς τῶν παίδων σωτηρίας ἕνεκα. τοιαῦτα μὲν τοῖς συνομόταις ὑπετίθει Ζειανός. μετὰ μικρὸν δὲ τῆς ἐπιβουλῆς μηνυθείσης βασιλεῖ, συνελαμβάνετό τε καὶ ἀνεκρίνετο, εἰ πολλοὺς ἔχοι τοὺς συνειδότας. ὁ δὲ ἄλλους τέ τινας συνωμολόγει καὶ Καντακουζηνὴν τὴν βασιλίδα, καὶ ἔφασκεν εἰς τοῦτο ὑπ' ἐκείνης ἐναχθῆναι μεγάλα ἐπαγγειλαμένης· μηδὲ γὰρ ἂν ἐφ' ἑαυτὸν τηλικούτοις ἐγχειρεῖν, ἀφανείᾳ πολλῇ συζῶντα καὶ πενίᾳ, μή τινος πρὸς τὰ τοιαῦτα ἀξιόχρεω συμπράττοντος. βασιλεῖ δὲ εὐθὺς ἐδόκει ἑκατέρωθεν δεινόν. τό,τε γὰρ ἐπὶ τοιούτοις διαβεβλῆσθαι βασιλίδα, εἰ συνειδείη μηδὲν αὐτοῖς πρὸς τὴν 3.343 ἐπιβουλὴν, οὐκ ἀγαθόν· καὶ τὸ συνειδέναι καὶ συμπράττειν σφόδρα χαλεπὸν, εἰ ἐκείνῃ μὲν αὐτὸς τοσοῦτον εὐνοοίη, ὥστε βούλεσθαι καὶ τὸν υἱὸν ἀπολύειν τῶν δεσμῶν, οὐδενὸς ἂν ἑτέρου προσδοκήσαντος, αὐτὴ δ' ἐπὶ τοσοῦτον δυσμεναίνοι, ὥστ' ἐπιβουλὰς τοιαύτας συσκευάζειν κατ' αὐτοῦ· μᾶλλον δὲ ὑπώπτευεν εἶναι τοὺς λόγους συκοφαντίας, καὶ πᾶσι ποιεῖν ἐβούλετο καταφανὲς, ὡς εἴη διαβολαὶ τὰ εἰρημένα. διὸ αὐτός τε ἀνέκρινεν ἐπιμελῶς τὸν Ζειανὸν, ἐπαγγελλόμενος αὐτῷ τὴν ἐπὶ τῇ ἐπιβουλῇ ἀφήσειν δίκην, εἰ τὰ περὶ βασιλίδος εἰρημένα συνομολογοίη ὡς εἴη συκοφαντίαι, καὶ τῶν ἐν τέλει τοῖς