529
ἐπιφανεστέροις τὴν ἐξέτασιν ἐπέτρεπεν. ὁ δ' ὁμοίως ἐπὶ πάντων ἰσχυρίζετο ἀληθῆ τὰ εἰρημένα εἶναι, καὶ πάντων ἐκείνην αἰτίαν εἶναι πρὸς ἅπαντα ἐξηγουμένην καὶ τρόπους ἐξευρίσκουσαν καὶ ἐπινοίας, ἐξ ὧν ἂν κατορθωθείη τὰ βεβουλευμένα. καὶ λόγους προσετίθει πιθανοὺς, ἐξ ὧν ὀλίγου δεῖν τοὺς πλείους ἔπειθε φαῦλα ἤδη περὶ βασιλίδος ὑποπτεύειν. οὕτω δὲ συμβὰν, καὶ Καλλίστου τοῦ πατριάρχου ἐν τοῖς βασιλείοις ἀφιγμένου, ἐπεὶ ὁ Ζειανὸς ἐξεταζόμενος ἐπύθετο παρεῖναι, ἀφορισμὸν ἀπὸ θεοῦ παρὰ τοῦ πατριάρχου προὐκαλεῖτο, ὡς οὕτως ὑπ' ἀνάγκης ἅπαν λέξων τἀληθές. δόξαν δὲ καὶ βασιλεῖ λυσιτελεῖν, οὐδὲ γὰρ ἂν ἀφειδήσειν ἑαυτοῦ τοσοῦτον Ζειανὸς, ὡς ἐπ' ἀπωλείᾳ ψυχῆς οὔτω καταψεύσεσθαι βασιλίδος ἐπ' ἐλπίδι κέρδους 3.344 οὐδενὸς, ἐπέτρεπε πραχθῆναι. εἰρημένου δὲ καὶ τοῦ ἀφορισμοῦ, ἔτι βεβαιότερον τὰ πρότερον εἰρημένα ἰσχυρίζετο. ὃ μάλιστα τὴν βασιλέως γνώμην ἔσεισε καὶ δυσμεναίνειν αὐτῷ τὴν βασιλίδα Εὐγενίαν ἔπεισε πρότερον οὐδαμῶς φαύλας ἔχειν περὶ ἐκείνης ὑπονοίας ἀνεχόμενον. ἀχθεσθεὶς δὲ οὐ μετρίως καὶ λύπης ἔμπλεως γενόμενος ἐπὶ τοῖς συμβᾶσι, Ζειανὸν μὲν ἐκέλευεν ἐν δεσμωτηρίῳ φρουρεῖσθαι καθειρχθέντα, αὐτὸς δὲ ἀπέσχετο τοῦ περὶ τὴν ἐλευθερίαν τοῦ γυναικὸς ἀδελφοῦ τι πράττειν ἢ βουλεύεσθαι, ἄτοπον εἶναι λογισάμενος καὶ σχέτλιον κομιδῇ τὴν μὲν ἐκείνου μητέρα τὴν βασιλίδα τοσαύτην πρὸς αὐτὸν πικρίαν καὶ δυσμένειαν ἐνδείκνυσθαι, ὡς πάντα πράττειν, ἐξ ὧν ἂν αὐτὸς διαφθαρείη, ἢ ὡς μάλιστα πρὸς πολλῶν ἀφίκοιτο πεῖραν δυσχερῶν, αὐτὸν δὲ ὥσπερ ἀπεστερημένον τὸ λογίζεσθαι, καὶ τὸν υἱὸν ἐκείνης ἀφιέναι τοῦ δεσμωτηρίου, πολέμιον ἐσόμενον κἀκεῖνον σὺν αὐτῇ. χρόνου δὲ οὕτω βραχέος παραῤῥυέντος, Ζειανὸς ἐν τῷ δεσμωτηρίῳ ὥσπερ εἰς συναίσθησιν, οἷα εἴργαστο, ἐλθὼν καὶ δείσας, μὴ καὶ μετὰ τελευτὴν τοῖς ἐν ᾅδου καταδίκοις συνεῖναι καταψηφισθῇ, οἷα δὴ πρὸς τῷ σεσυκοφαντηκέναι βασιλίδα καὶ ἀφορισμὸν ἀπὸ θεοῦ δεξάμενος καὶ δαίμοσιν ἑλόμενος συνεῖναι τοῖς ἀπὸ θεοῦ κεχωρισμένοις, γράμματα ἔπεμπε τῷ πατριάρχῃ διά τινος τῶν πάνυ φίλων. τὰ δὲ ἐδήλου, ὡς συκοφαντοῖτο μὲν ὑπ' αὐτοῦ ἡ βασιλὶς ἐπὶ τοῖς εἰρημένοις καὶ μηδὲν αὐτῷ συνειδείη καὶ τοῖς συνομόταις 3.345 τῶν βεβουλευμένων· τοῦ πιστευθῆναι δὲ τὰ πεπλασμένα ἕνεκα καὶ τὸν ἀφορισμὸν κακῶς καὶ ἀνοήτως δέξασθαι. νυνὶ δὲ εἰς οἷον βάραθρον ὑπ' ἀναισθησίας κατώλισθε συνιδόντα, τυχεῖν συγγνώμης δεῖσθαι τἀληθὲς ἅπαν ἐξαγγέλλοντα, καὶ τῶν ἐκ τοῦ ἀφορισμοῦ δεσμῶν λυθῆναι. ὁ μὲν οὖν Ζειανὸς τοιαῦτα ἔγραφεν· ἀγχίνους δὲ ὢν ὁ τὰ γράμματα κομίζων καὶ χρήσασθαι καιροῖς ὀξὺς καὶ συνιδὼν, ὡς, ἂν μὲν πρὸς πατριάρχην τὰ γράμματα ἀγάγοι, Ζειανῷ τὴν ὠφέλειαν παρεσχημένος ἔσται μόνῳ, βασιλεῦσι δὲ κατάδηλα ποιήσας, πρὸς οἷς ὠφελήσει Ζειανὸν, καὶ βασιλίδα τὴν Εὐγενίαν ἀπαλλάξει τῆς συκοφαντίας καὶ τοῦ δεσμωτηρίου τὸν υἱὸν, ἀφῖκτο πρὸς Εὐγενίαν τὴν βασιλίδα, φέρων καὶ τὰ γράμματα. ἡ δ' ἔπεμπεν αὐτίκα βασιλεῖ τῷ Καντακουζηνῷ, καὶ ὃς οὐδὲν μελλήσας, τῷ νέῳ βασιλεῖ τὰ γράμματα ἐδείκνυ. οὕτω δὲ σαφέστατα ἐληλεγμένης τῆς συκοφαντίας, ὁ νέος βασιλεὺς ἔνθους τε ἦν ὑφ' ἡδονῆς, ὅτι ἡ πρὸς τοὺς οἰκειοτάτους διελύετο δυσμένεια, ὅπερ μάλιστα ἐβούλετο, καὶ Ζειανοῦ πολλὴν μοχθηρίαν καταγνοὺς εἰκῇ καὶ μάτην ἑλομένου τὴν τοσαύτην συκοφαντίαν, ἔπραττεν αὖθις, ὅπως τὸν γυναικὸς ἀδελφὸν ἀφήσει τοῦ δεσμωτηρίου. τῶν πραγμάτων δὲ καλούντων ἐπὶ Θεσσαλονίκην ἀναγκαίως καὶ δεομένων τῆς ἐκείνου παρουσίας, ἐξεστράτευσε τριήρεσι. μετὰ δὲ τὴν ἐπάνοδον πέμψας ἐκ Τενέδου, ἤγαγεν εἰς Ἐπιβάτας, φρούριόν τι περὶ Σηλυμβρίαν, τὸν γυναικὸς ἀδελφὸν, ὅπως ἐγγὺς ἀλλήλων 3.346 ὄντων γίγνοιντο οἱ λόγοι. ἠξίου τε τὴν βασιλείαν ἀποθέμενον παντάπασι, τὴν ἰδιώτου τύχην στέργειν, τιμὰς καρπούμενον τὰς μετὰ βασιλέα πρώτας καὶ τῶν βασιλέως παίδων πάντων ἐν ἅπασι προέχειν, πλὴν Ἀνδρονίκου βασιλέως. ἐξεῖναι δὲ αὐτῷ καινοτομεῖν ἑτέραν στολὴν, ὁποίαν ἂν ἐπινοοίη, καὶ ταύτῃ χρῆσθαι, πράττειν δὲ βασιλικῶς μηδὲν, μήτε φθέγγεσθαι. ἢν δέ τις οἷα βασιλεῖ προσφέροιτο ἢ