530
προσαγορεύοι, τοῦτον ἀπελαύνειν πρὸς ὀργήν. τοιαύτη μὲν ἡ Παλαιολόγου τοῦ βασιλέως ἦν ἀξίωσις. Ματθαῖος δὲ ὁ βασιλεὺς μᾶλλον εἵλετο φρουρεῖσθαι διὰ βίου, ἢ τοιαῦτα ὑπομένειν. πρῶτον μὲν γὰρ ἔφασκεν, οὐ ῥᾷον εἶναι ἐνεγκεῖν τὸν χθὲς καὶ πρώην προσκυνούμενον ὡς βασιλέα νῦν ἐν ἰδιώτου σχήματι τελεῖν καὶ τῶν ἄλλων ὀλίγον διαφέρειν ἢ οὐδέν· ἔπειτα οὐδ' ἡ πρόφασις αὐτὴ τοῦ δεσμωτηρίου φαύλη τις καὶ ἀγεννής. ἀλλ' ὑπὲρ τῆς τῶν ὁμοφύλων ἐλευθερίας βαρβάροις τοῖς δουλωσαμένοις πολεμῶν, ἡλίσκετο κατὰ τὴν μάχην ἀτυχήσας, ὃ πολλοῖς συμβέβηκε καὶ πρότερον Ῥωμαίων βασιλεῦσι· καὶ νῦν ὑπὲρ εὐδοξίας καὶ τιμῆς μᾶλλον αἱρεῖται τὰ δεινά· ὑπὲρ ὧν οὐκ ἄν τις μέμφοιτο δικαίως εὖ φρονῶν. ἂν δὲ πρὸς τὴν δοκοῦσαν δυσπραγίαν ὑποπτήξας, καταπροδῷ τὴν εὐδοξίαν ἑκοντὶ, πᾶς ὁστισοῦν ἂν δικαίως μικροψυχίας καὶ ἀνελευθερίας γράφοιτο. δι' ἃ ῥᾷον ἂν ἐνέγκοι τὸ δεσμεῖσθαι διὰ βίου, ἢ καταπροΐεσθαι τὴν δόξαν διὰ τὴν ἐν τῷ παρόντι τῶν δεινῶν ἀπαλλαγήν· ἠξίου τε βασιλέα τὸν γαμβρὸν, εἰ βού 3.347 λοιτο τὰ δέοντα ποιεῖν, μηδενὸς ἀποστερεῖν τῶν ὄντων, ἀλλὰ πρὸς τῷ ἀφεῖναι τοῦ δεσμωτηρίου καὶ τὸ βασιλέα εἶναι συγχωρεῖν. ἢ εἰ μηδὲ ταῦτα συγχωροίη, μᾶλλον αὐτὸν αἱρήσεσθαι τὸ εἶναι διὰ βίου ἐν δεσμοῖς. μηʹ. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς γενόμενος ἐν Ἐπιβάταις, ἐπεὶ πύθοιτο τοιαῦτα περὶ τοῦ υἱοῦ, πείθειν ἐπεχείρει, ὡς οὐ προσήκοντα αἱρεῖται. πρῶτον μὲν γὰρ εἶναι μηδὲν τῶν πάντων, ἔφασκεν, ὃ μὴ τῇ θεοῦ προνοίᾳ διοικεῖται, μάλιστα δὲ εἰ τὰ κατ' αὐτὸν ἕκαστα σκοποίη, πάνθ' εὑρήσει τῇ τοῦ θεοῦ σοφῇ προνοίᾳ εἰργασμένα εὐθὺς ἐξαρχῆς σκοπῶν. τὸ γὰρ τοὺς ἐκ Φωκαίας πειρατὰς Βιθυνίαν παραπλέοντας ἐφ' ἁρπαγῇ καὶ μέγιστον κέρδος ἡγουμένους καὶ τῶν φαυλοτάτων τινὰς ἐξανδραποδίζειν, ἀθρόον οὕτω καὶ πέρα προσδοκίας εὐτυχηκέναι, ὥστε τὸν μυρίων μὲν ἀνθρώπων ἄρχοντα καὶ δύναμιν μεγάλην περιβεβλημένον, μεγάλοις δὲ στρατοπέδοις δυνάμενον ἀντικαθίστασθαι, συλλαβεῖν ἀπονητὶ, Ὀρχάνην δὲ τὸν πατέρα τῇ πρὸς τὸν παῖδα συμπαθείᾳ πολλὰ δεηθῆναι βασιλέως, ὥστε τὸν υἱὸν ἀπαλλάττειν τῆς αἰχμαλωσίας, καὶ μεγάλας τῆς εὐεργεσίας ταύτης ὑποσχέσθαι ἀμοιβὰς, ἑτέρως γὰρ ἑώρα οὐκ ἐνὸν τὸν υἱὸν ἀπαλλάττειν τῶν δεσμῶν, βασιλέα δὲ συνιδόντα καὶ αὐτὸν, ὡς τοῦτον τὸν τρόπον μάλιστα δυνήσεται Ὀρχάνην πείθειν αὐτῷ προσέχειν καὶ τοῦ σοὶ κατ' ἐκείνου συμμαχεῖν ἀναγκάζειν ἀποσχέ 3.348 σθαι, καὶ ταύτης τῆς ἐλπίδος ἕνεκα τριήρεις ἐφοπλίσαντα προσέχειν ἀεὶ θαλάσσῃ καὶ πειρᾶσθαι τὸν Ὀρχάνη παῖδα ἀνασώζειν, ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ σὲ ὑπὸ Τριβαλῶν προσκεκλημένον, μόνους ἔχοντα βαρβάρους, ἐξεστρατευκέναι πρὸς Μακεδονίαν, οὕτως ὑπ' ἀνάγκης περισχεθέντα, ὥστε τὴν οὖσαν ἐκ Ῥωμαίων στρατιὰν ἀπολιπεῖν, Τριβαλοὺς δὲ τοὺς πρότερον οὐδ' ἀντιβλέπειν πρὸς τοὺς Πέρσας πώποτε τετολμηκότας ὀλίγους παρὰ δόξαν πρὸς πολλαπλασίους ἀντικαταστῆναι, τοὺς Πέρσας δὲ, καίτοι κρείττους τῶν πολεμίων γενομένους, αὐτοὺς ὑφ' ἑαυτῶν διαφθαρῆναι τραπομένους πρὸς φυγὴν, σὲ δὲ ὑπολειφθέντα μόνον, ἁλῶναί τε ὑπὸ τῶν πολεμίων καὶ δεσμώτην ἀπαχθῆναι πρὸς βασιλέα τὸν γαμβρὸν, ἐπιστρατεύσαντα αὐτίκα ταῖς πόλεσι ταῖς ὑπὸ σὲ καὶ σὺν ῥᾳστώνῃ πάσῃ χειρωσάμενον καὶ γυναῖκα καὶ παῖδας τοὺς σοὺς ὑφ' ἑαυτὸν πεποιημένον, καὶ πάντα ὥσπερ ἐκ συνθήματος συνδραμεῖν, οὐδένα οἴομαι τῶν πάντων, εἰ μὴ φρενῶν ἀπεστέρηται παντάπασι καὶ λογισμῶν ὀρθῶν, μὴ κατὰ θείαν πρόνοιαν οἰήσεσθαι συμβεβηκέναι. ἃ καὶ σὲ πεπεισμένον, οὐχ ἑτέρως ἐσχηκέναι δέον τοῖς ἐψηφισμένοις στέργειν τῷ θεῷ καὶ μὴ μετὰ τὴν φιλάνθρωπον παιδείαν ταύτην, πεπαίδευκε γάρ σε φιλανθρώπως τῷ θανάτῳ μὴ παραδοὺς, ἀναίνεσθαι τὴν ἀνάκλησιν, εἰ μὴ καὶ τῆς βασιλικῆς ἔξεστιν εὐδοξίας ἀπολαύειν, ὥσπερ πρότερον. καίτοι καὶ τὸ πρὸς πᾶσαν ἑτέραν δόξαν τὴν παρὰ τόνδε τὸν βίον ἐπίκηρον οὖσαν καὶ διαῤῥέου 3.349 σαν ἐπτοῆσθαι, οὐκ ἀνδρῶν ἐχόντων νοῦν καὶ προσεχόντων ἀληθέσι λογισμοῖς. ἡ δὲ ἐκ τῆς βασιλείας ταύτης καὶ κίνδυνον οὐ τὸν τυχόντα τῷ μὴ καλῶς τοῖς πράγμασι