531
χρωμένῳ καὶ προσηκόντως ἂν ἐνέγκοι. οὐ γὰρ ὥσπερ ἐν τοῖς ἄλλοις, ἂν ῥᾳθύμως, οὕτω δὴ καὶ βασιλεῦσιν ἐφ' ἑαυτοὺς ἡ βλάβη περιγίνεται, βιοτεύωσιν· ἀλλὰ τά τε ἀγαθὰ ὁμοίως κοινὰ τοῖς ὑπηκόοις καὶ τὰ φαῦλα, καὶ δέον ἀγαθοῦ παντὸς ἀρχέτυπον τὴν βασιλέως καθεστάναι ψυχήν· εἰ δὲ μὴ, οὐ τῆς σφετέρας μόνον ῥᾳθυμίας ὀφλήσει δίκας, ἀλλὰ καὶ τῆς τῶν πολλῶν. ἃ τίς ἂν νοῦν ἔχων ἐννοήσας, οὐκ ἂν ἕλοιτο μᾶλλον ἀφανείᾳ πολλῇ συζῇν, τῆς ζημίας οὐκ εἴς τι τῶν φαυλοτέρων, ἀλλ' εἰς αὐτὴν τὴν ψυχὴν διαβαινούσης, ᾗ τά τε ἀγαθὰ ὁμοίως καὶ τὰ φαῦλα ἀθάνατα συνέσται; ἐπὶ τούτοις δὲ καὶ κατὰ τὸν τῇδε βίον πολλῶν ἀγώνων καὶ πόνων καὶ κινδύνων τῷ βασιλεύοντι δεήσει, εἰ μέλλοι μὴ παρέργως, ἀλλὰ κατὰ τὸν λόγον χρῆσθαι τῇ ἀρχῇ. προκινδυνεύειν γὰρ τῶν ὑπηκόων δίκαιον ἀεὶ καὶ μὴ ἐν τῷ ἰδίῳ ἀσφαλεῖ προΐεσθαι τὴν ἐκείνων σωτηρίαν· καὶ πάντα πόνον ὑπομένειν καὶ πρὸς τὴν διοίκησιν τῶν κοινῶν καὶ πρὸς τῶν πολεμίων τὴν ἀντίστασιν, τῶν τε ἔξωθεν ἐπιόντων καὶ τῶν ἔνδοθεν ὁμοίως ἐπιβουλευόντων. ἂν δέ τις ἔροιτο, ὅτου χάριν πολλὴν τῷ πράγματι δυσχέρειαν συνειδὼς καὶ τοσούτων πόνων καὶ ἀγώνων τὴν βασιλέως δεομένην ψυχὴν, αὐτὸς, ἐνὸν ἐν ἰδιώτου μοίρᾳ πάντων ἀπηλλάχθαι, τοσαῦτα ὑπὲρ τοῦ τυ 3.350 χεῖν εἱλόμην ὑπομένειν καὶ κινδύνοις φοβεροῖς καὶ περιστάσεσι ποικίλαις προηκάμην ἐμαυτὸν, ἐκεῖνο ἂν ἀποκριναίμην φιλαληθῶς, ὅτι μὴ βασιλικῆς ἀρχῆς ἐρῶν, μηδὲ πρὸς τὴν ἐκ ταύτης δόξαν κεχηνὼς, ἑκὼν εἶναι καθῆκα ἐμαυτὸν εἰς τοὺς ἀγῶνας, ἀλλ' ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθεὶς, πολλὰς συκοφαντίας καὶ διαβολὰς συσκευασάντων, καὶ εἰς αὐτὸν τὸν κολοφῶνα τῶν κακῶν συνελαθεὶς, οὐδεμία γὰρ ἐλπὶς ὑπελείπετο πονηροτέρα, καὶ συνιδὼν, ὡς οὐχ ἀγαπήσουσιν, ἂν αὐτοῖς παραχωρήσω τῶν πραγμάτων τῆς ἀρχῆς, ἀλλ' ὑπὲρ τοῦ δοκεῖν δικαίως πεπολεμηκέναι ὠμῶς ἀποκτενοῦσιν, ὡς τὰ ἔσχατα ἠδικηκότα, καὶ παῖδας διαφθεροῦσι καὶ οἰκείους καὶ τοὺς ἄλλους, ὅσοι πρότερον ἔτεσι πολλοῖς εὔνως ἔχειν ἐδόκουν πρὸς ἐμὲ, ὄντες οὐκ ὀλίγοι τινὲς, οὐδὲ εὐκαταφρόνητοι, ἀλλ' οἱ πλείους καὶ περιφανέστεροι Ῥωμαίων, ὑπὲρ τῆς σφετέρας τε καὶ τῶν συνόντων σωτηρίας εἱλόμην τὴν βασιλέως προσηγορίαν, καίτοι πρὸ πολλοῦ τοῦ χρόνου τῶν πραγμάτων ἄρχων καθεστὼς, οὐ δόξης ἕνεκα τῆς ἐκ τῆς βασιλείας ἐσομένης· οὐδὲ τοῦ τοῖς παισὶν ὥσπερ τινὰ πατρῷον κλῆρον καταλείπειν τὴν ἀρχήν. καὶ τούτου δείγματα παρεσχόμην ἐναργέστατα διὰ παντὸς τοῦ χρόνου οὐ μόνον πρὶν ἁπάσης ἐγκρατὴς γενέσθαι τῆς ἡγεμονίας, δεομένων γὰρ ἁπάντων τῶν συνόντων καὶ σὲ αἱρεῖσθαι βασιλέα, οὐκ ἠθέλησα, ἀλλὰ καὶ μετὰ τὸ πᾶσαν 3.351 ποιήσασθαι ὑπ' ἐμαυτόν· δεηθέντων γὰρ πολλῶν, καὶ μάλιστα τῶν ἐπιφανεστάτων, τὰ ἴσα αὖθις περὶ σοῦ, τοσοῦτον τοῦ πεισθήσεσθαί ποτε ἀπέσχον, οἷς αὐτοὶ ἠξίουν, ὥσθ' ἅμα τῷ πᾶσαν ἔχειν καὶ τῆς μοχθηρίας τῶν συκοφαντῶν ἐναργεστάτας παρασχέσθαι ἀποδείξεις, πᾶσαν ἐπενόουν μηχανὴν καὶ πάντα ἔπραττον, ὥστε τῶν ἐκ τῆς ἀρχῆς θορύβων ἀπαλλάξας, ἀπραγμοσύνῃ τὸν ἐπίλοιπον συνεῖναι βίον καὶ πρὸς τὴν ἄλυτον ἐκείνην καὶ μὴ διαῤῥέουσαν ζωὴν πᾶσαν μεταθέσθαι καὶ φροντίδα καὶ σπουδήν. οὐ μὴν ἀλλ' εἰ καὶ μάλιστά τις φαίη τῆς δόξης ἕνεκα καὶ τῆς τρυφῆς καὶ τῶν ἄλλων τῶν δοκούντων ἐκ τῆς βασιλείας ἀγαθῶν τοὺς πόνους ἐμὲ καὶ τοὺς κινδύνους τοὺς τοσούτους ὑποστῆναι, μάλιστ' ἂν ἔγωγε φαίην ἀξιόχρεως καὶ διὰ τοῦτο τοῖς ἄλλοις εἶναι παιδευτής. σαφέστατα γὰρ ἐκ τῶν πραγμάτων συνιδὼν, ὡς τὸ τηλικαύτην ἀρχὴν διέπειν καλῶς καὶ προσηκόντως καὶ κατὰ μίμησιν τοῦ πάντων βασιλεύοντος θεοῦ, οὐκ ἂν εἴη παντὸς τοῦ βουλομένου, ἀλλ' ὅσοι πνεύματι θεοῦ ἀγόμενοι, πάντα πράττουσιν, ὅπως ἂν τῷ ἄγοντι δοκοίη· οἷος ἦν ∆αυὶδ καὶ Κωνσταντῖνος ὁ μέγας ἐν βασιλεῦσι καὶ ὅσοι κατ' ἐκείνους τὴν ἀρετὴν, ἀσφαλέστατ' ἂν συμβουλεύσαιμι τοῖς μὴ τοιούτοις καὶ τῆς πρώτης πείρας ἀποσχέσθαι, μέλλουσιν οὐκ ἐλάττω βλάπτεσθαι ἐκ τῆς ἀρ 3.352 χῆς, ἢ ὅσα νομίζουσιν ὠφελεῖσθαι, σφᾶς αὐτοὺς ἐξαπατῶντες, τὴν τρυφὴν καὶ τὴν βλακείαν καὶ τὴν ἄλλην πρὸς τὸν βίον