532
ῥᾳθυμίαν νομίζοντες τῶν ἀγαθῶν. ταῦτα μὲν οὖν ἄν τις φαίη καὶ τὰ πλείω τούτων παραπλήσια, πειρώμενος ἀποτρέπειν τοῦ μὴ σφόδρα κεχηνέναι πρὸς τὴν δόξαν ταύτην τὴν κάτω καὶ πατουμένην, ἣν καὶ χρόνος διαλύειν δύναιτ' ἂν καὶ μεταβολὴ πραγμάτων καὶ μοχθηρία πονηρῶν ἀνθρώπων καὶ μυρία ἕτερά τινα· ἂν μέντοι πρὸς τούτοις καὶ θεὸς ἄνωθεν ἐπιψηφίζηται καὶ κελεύῃ φανερῶς ἐξίστασθαι τῆς ἀρχῆς, οὐ πάντα πράξομεν τὰ θεῷ δοκοῦντα μετ' εὐγνωμοσύνης, ἀλλὰ φιλονεικήσομεν, ἢ διὰ βίου βασιλεύειν, ἢ εἰ μὴ παρείη μηδὲ ζῇν, μηδὲ τὸν ἥλιον ὁρᾷν τουτονὶ, ἀλλ' ὑπὸ ζόφον βιοῦν αἱρεῖσθαι; καίτοι εἰ μὲν ἔκ τινων λογισμῶν ἀναμφιβόλων σαφέστατα ἐξῆν εἰδέναι, ὅτι τοὺς ἁπανταχοῦ βαρβάρους γῆς διαφθερεῖς καὶ τρόπαια λαμπρά τινα καὶ περιφανῆ στήσεις ἀπὸ πάντων πολεμίων καὶ τὴν ἀρχαίαν εὐδαιμονίαν τοῖς Ῥωμαίων ἀνασώσεις πράγμασι καὶ κυρίους γῆς καὶ θαλάσσης ἀποδείξεις, ὥσπερ ἦσαν ἐν τοῖς ἄνω χρόνοις, ὅτε ἤκμαζεν αὐτῶν ἡ δύναμις, λόγον ἄν τινα ἐδόκει ἔχειν ἡ πρὸς τὴν παραίτησιν τῆς βασιλείας ἔνστασις. εἰ δὲ τὰ τοιαῦτα εὐτυχήματα ὀνειρώττειν, ἢ καὶ νήφοντα ἀναλογίζεσθαι διενήνοχεν οὐδέν, τί δεῖ τοσαῦτα ὑπὲρ τῶν ἐσομένων μηδέποτε φιλονεικεῖν; ἐγὼ δὲ ἀπορῶ 3.353 παντάπασιν ὁποίοις ἄν τισι χρησάμενος σώφροσι λογισμοῖς, μᾶλλον αἱρήσῃ διὰ βίου δεσμωτήριον οἰκεῖν, ἢ τὴν βασιλικὴν ἀξίαν ἀποθέσθαι. εἰ γὰρ μὴ νῦν ὑπείκειν ἐθελήσεις πρὸς τὴν βασιλέως τοῦ γαμβροῦ ἀξίωσιν, δυοῖν θάτερον ἀνάγκη, ἢ δεσμοῖς ἐναποθνήσκειν, ἢ πειρᾶσθαι τρόπῳ δή τινι τὸ δεσμωτήριον ἀποδράντα, τὴν ἀρχὴν ἀνακαλεῖσθαι. τούτων μὲν οὖν ἑκάτερον εἴ ποτε ἐξέσται, ἐν ἀδήλῳ κεῖται· ὅτι δὲ, εἰ κατασταίης αὖθις πρὸς τὸν πόλεμον, πολλῶν δεήσῃ πόνων καὶ κινδύνων καὶ πολλοῖς τῶν ὁμοφύλων αἵμασι τὴν ψυχὴν καταχρανεῖς καὶ μυρίων κακῶν καὶ ἀνδραποδισμῶν Ῥωμαίοις αἴτιος ὀφθήσῃ, δῆλον μάλιστα αὐτόθεν καὶ οὐδὲ ὀλίγου λόγου πρὸς ἀπόδειξιν δεόμενον. τὸ γὰρ ἐκεῖνον συμπάντων ὄντα πραγμάτων κύριον πειρᾶσθαι παραλύειν τῆς ἀρχῆς οὐδαμῶς τις ἑτέρως ἂν ἐξεῖναι οἰηθείη, ἢ διαστήσαντα τοὺς ὑπηκόους καὶ πόλεμον ἐμφύλιον κεκινηκότα, ἢ δύναμίν ποθεν ἐπαγαγόντα ἢ Ἑλλήνων ἢ βαρβάρων, οἳ τὰς πόλεις ἐκπολιορκήσουσιν ἀνθισταμένας καὶ τοὺς μὲν ἀποκτενοῦσι τῶν ἁλισκομένων, τοὺς δὲ καταδουλώσονται καὶ ἀναγκάσουσι πρὸς βίαν σοι προσέχειν· ὧν ἑκάτερον οὐδενὸς τῶν ἀτοπωτάτων ἀποδεῖ πρὸς ἀδοξίας λόγον. ὁπότε οὖν τὸ μὲν εὐδοκιμεῖν, εἴ ποτε καὶ κατὰ γνώμην τὰ πραττόμενα ἀποβαίη, πολλὴν τὴν ἀδηλίαν ἔχει, ἡ ἀδοξία δὲ ἐξαρχῆς καὶ τῶν χειρίστων ἀναφαίνεται ἡ ἐπιχείρησις, οὐ τὰ πρὸς εὐ 3.354 δοξίαν μᾶλλον ἄγοντα καὶ βέβαια τῶν ἀδήλων ἀνθαιρήσῃ; οὐ μὴν ἀλλ' εἰ καὶ βασιλεὺς αὐτὸς πολλῇ χρησάμενος ἐπιεικείᾳ καὶ μεγαλοψυχίᾳ, τὴν μὲν τιμήν σοι συγχωρήσει τὴν βασιλικὴν, ὅσην ἐν ἐνδύμασι καὶ λόγοις, οὐκέτι δὲ προσήσεται κοινωνὸν καὶ τῆς ἀρχῆς, οὐδέ τινας παρέξεται τῶν ὑπηκόων πόλεων, ἐφ' αἷς βασιλεύσεις καὶ αὐτὸς, οὐδεὶς γὰρ ἂν βιάσαιτο πρὸς ταῦτα, εἰ μὴ βούλοιτο ἑκὼν, οὐδὲν ἄλλο λείπεται, ἢ γῆν ζητεῖν ἑτέραν καὶ πόλεις, ὧν προστήσῃ· οὗ καὶ μόνον ἐννοῆσαι πᾶς τις ἂν ἀπόσχοιτο, εἰ σωφρονοίη· ἢ μένοντα ἐνταῦθα, ὄνομα κεκτῆσθαι μόνον ἔρημον πραγμάτων, καὶ τὴν δοκοῦσαν τιμὴν ἀδοξίας ἔχειν ἀφορμήν. οὐ γὰρ ὥσπερ ἡ ἀπὸ τῶν ἔργων εὐδοξία εὖ τε φερομένοις καὶ δυσπραγοῦσι τοῖς ἀνθρώποις περισώζεται, ψυχῆς γάρ ἐστιν ἀρεταῖς κεκοσμημένης, οὕτω δὴ καὶ ἡ ἀπὸ συνθήματος γινομένη τῶν ἀνθρώπων βέβαιον ἔχει τι, μὴ καὶ τῶν πραγμάτων συναιρομένων, ἀλλ' ὥσπερ συνέστη τὴν ἀρχὴν, οὕτω δὴ καὶ διαλύεται ἀπὸ συνθήματος· περὶ ἣν οὐ μάλιστα σπουδάζειν χρὴ, οὐδ' ἂν τὸ διάδημά τις ἔχῃ, ἢ οὐδὲν διοίσει λίθων, ὧν τοὺς μὲν ἐν τοῖς τιμιωτάτοις ἄγουσιν οἱ ἄνθρωποι, τοὺς δὲ ἐν τοῖς ἀτιμοτάτοις, οὕτω δόξαν· αὐτοὶ δὲ κατὰ τὴν φύσιν οὐδὲν μᾶλλον ἕτερός ἐστιν ἑτέρου τιμιώτερος, ἀνδρία δὲ καὶ φρόνησις καὶ σωφροσύνη καὶ δικαιοσύνη οὐ τῶν ἀλόγων μόνων τοὺς ἀνθρώπους ὑπερέχειν ἀποφαίνουσιν, ἀλλὰ καὶ αὐτοὺς ἀλλήλων, καὶ τοσοῦτον τούτων ἑκα 3.355 τέρων ἀποδείκνυται τὸ μέσον, ὡς τοὺς