533
μὲν θαυμάζεσθαι, εἰ τύχοι καὶ παρ' αὐτῶν τῶν πολεμιωτάτων, τοὺς ἑτέρους δὲ ὁμοίως παρὰ πάντων ἀτιμάζεσθαι καὶ καταφρονεῖσθαι καὶ ὀλίγα ἢ οὐδὲν νομίζεσθαι ἀλόγων διαφέρειν. περὶ ἣν οἴομαι δίκαιον καὶ σὲ καὶ πάντα ὁντινοῦν ἡττᾶσθαι. τὸ γὰρ μὴ ἡττᾶσθαι τοῦ ἡττᾶσθαι αἴσχιον ὂν, οὐ μᾶλλον νικᾷν, ἢ ἐν ἅπασιν ἡττᾶσθαι πείθει τοῖς αἰσχροῖς. εἰ δέ τις καὶ τὴν μείζω καὶ θαυμασιωτέραν τιμὴν ἐπιζητοίη καὶ τὴν μάλιστα προσήκουσαν ἀνθρώπῳ, ἣ καὶ τοῦ παρόντος βίου λυομένου παραμένει καὶ πολλήν τινα καὶ θαυμαστὴν ὠφέλειαν παρέχεται τοῖς ἔχουσι, ἐκείνην εἶναι ἴστω, ἣν θεὸς παρέξεται τοῖς ἀγαπήσασιν αὐτὸν καὶ διὰ βίου πᾶσαν πρὸς ἐκεῖνον ἐπιδεδειγμένοις ἐπιείκειαν καὶ τήρησιν τῶν προσταγμάτων. ὅτε τοίνυν τῶν μὲν πάνυ βελτιόνων ἔξεστί σοι τιμῶν μετέχειν, καὶ οὐδεὶς ἂν ἀποστερήσειεν ἐθέλοντα οὔτε βασιλεὺς, οὔτε ἰδιώτης, τῆς δ' ἀτιμοτέρας ταύτης καὶ οὐ πολλοῦ τινος ἀξίας λόγου παρ' εὐφρονοῦσιν αὐτὰ τὰ πράγματα καταναγκάζουσι καταφρονεῖν, θεῷ τε πειστέον, πρῶτον οὕτω τὰ ἡμέτερα ἐψηφισμένῳ, καὶ ἐμοὶ τῷ συμβουλεύοντι. οἴομαι δὲ οὐδένα ἕτερον μήτε οἰκειότερον, μήτε λυσιτελέστερον παραινέσαι, μήτε σὲ μᾶλλον ἑτέρῳ ἢ ἐμοὶ πεισθῆναι ὄντα δίκαιον.» τοσαῦτα μὲν Καντακουζηνὸς ὁ βασιλεὺς διειλέχθη πρὸς τὸν υἱὸν, πείθων μὴ πάνυ τῆς βασιλικῆς τιμῆς ἀντιποιεῖσθαι, ἀλλ' 3.356 ἀποστάντα ταύτης ἑκοντὶ, τοῦ δεσμωτηρίου ἀπαλλάττεσθαι καὶ τῶν παρόντων δυσχερῶν. μθʹ. Ματθαῖος δὲ ὁ βασιλεὺς «δυσχερὲς μὲν» εἶπε «καὶ οὐ πάνυ ῥᾴδιον τὸν χθὲς καὶ πρώην προσκυνούμενον ὡς βασιλέα ὑπὸ πάντων νῦν ἐν ἰδιώτου σχήματι τελεῖν καὶ τῶν πολλῶν ὀλίγα διαφέρειν ἢ οὐδὲν, καὶ μᾶλλον ἂν αὐτὸς εἱλόμην διὰ βίου δεσμωτήριον οἰκεῖν, ἢ τοιαύτην παροινίαν ὑπομένειν. εἰ δὲ σοὶ τοιαῦτα ἔδοξε καὶ πείθεσθαι προστάττεις, οὐδὲ αὐτὸς οὕτω πόῤῥω καθέστηκα φρενῶν, ὥστε ἢ λυσιτελέστερόν τι μᾶλλον αὐτὸς νομίζειν ἐξευρήσειν, ἢ μᾶλλον ἐμαυτὸν αὐτὸς, ἢ ὅσον οἴομαι φιλεῖσθαι ὑπὸ σοῦ. ἀλλ' ἐν ἀμφοτέροις σαφέστατα εἰδὼς οὐκ ὀλίγῳ τινὶ τῷ μέσῳ σοῦ ἡττώμενος, ἅ τε ἔδοξε θεῷ πρῶτον, ἔπειτα συμβεβούλευκας καὶ αὐτὸς, ὢν πατὴρ, ποιήσω. βέλτιον γὰρ ὑμῖν πειθόμενος ὑπομένειν, ἄν τι συμβαίνῃ καὶ τῶν δυσχερῶν, ἢ τοῖς ἰδίοις λογισμοῖς, εἰ καὶ τὰ μάλιστα δοκοῖεν ἔχειν τι περίεργον ἀκολουθεῖν.» Καντακουζηνὸς δὲ ὁ βασιλεὺς εἰς Βυζάντιον ἐπανελθὼν, ἐπεὶ τὸν υἱὸν ἀπήγγελλε τῷ νέῳ βασιλεῖ τὴν βασιλείαν ἀπειπάμενον, τῶν ἄλλων πάντων καὶ αὐτὸς ὑπεριδὼν, ἐκέλευε τοὺς ὅρκους γίνεσθαι· καὶ ἐγένοντο ἐπὶ τούτοις, ὥστε Ματθαῖον τὸν γυναικὸς ἀδελφὸν, παντάπασιν ἀποθέμενον τὸ βασιλεύειν, ὥσπερ ἐν πράξεσι καὶ στολαῖς, οὕτω δὴ κἀν ταῖς προσρήσεσι, τὰς μετὰ βασιλέα τιμὰς καρποῦσθαι πρώ 3.357 τας καὶ τῶν ἄλλων παίδων βασιλέως προέχειν, πλὴν Ἀνδρονίκου τοῦ νέου βασιλέως, καὶ πᾶσαν εὔνοιαν τηρήσειν πρὸς αὐτούς· ὅπλα δὲ μηδέποτε κινήσειν περὶ τῆς ἡγεμονίας πρὸς αὐτοὺς, μηδ' ἀμνήμονα φανεῖσθαι τῆς εὐεργεσίας. ἔπειτα ἐν Ἐπιβάταις βασιλέων τε ὁμοῦ καὶ βασιλίδων ἐν ταὐτῷ γεγενημένων, Καλλίστου τε τοῦ πατριάρχου καὶ Λαζάρου τοῦ τῶν Ἱεροσολύμων καὶ τῶν ἄλλων ἀρχιερέων, ὅσοι τότε παρόντες ἔτυχον ἐν Βυζαντίῳ, καὶ συγκλητικῶν ὁμοῦ τοι πάντων, τὰς ἱερὰς στολὰς ἐνδεδυμένων τῶν ἀρχιερέων, Ματθαῖος ὁ τοῦ βασιλέως ὤμνυεν υἱὸς τοὺς ὅρκους, συνούσης καὶ τῆς γυναικὸς, ἦ μὴν τηρήσειν βεβαίους διὰ βίου καὶ μηδέποτε μηδένα παραβήσεσθαι ἑκόντα εἶναι. ἐπὶ τούτοις δὲ καὶ Κάλλιστος ὁ πατριάρχης ἐπεῖπεν ἀφορισμὸν, εἰ μὴ τοῖς ὀμωμοσμένοις ἀκριβῶς ἐμμείνειε. διελύετό τε τῶν ἀρχιερέων ὁ σύλλογος αὐτίκα. Παλαιολόγος δὲ ὁ βασιλεὺς οὐκ ὀλίγας ἡμέρας Ματθαίῳ τῷ γυναικὸς ἀδελφῷ συνδιατρίψας καὶ πολλὴν ἐπιδειξάμενος φιλοφροσύνην, λόγοις τε πολλοῖς παρακαλέσας, ἐν οἷς ἐπεδείκνυεν αὐτὸν ἐκ διαφόρου πρότερον καὶ πολεμίου φίλον ἐς τὰ μάλιστα γεγενημένον νῦν, καὶ περὶ τῆς βασιλικῆς σκευῆς ὅτι ἀποδέδυτο, μὴ πάνυ παραινέσας ἄχθεσθαι, ὡς, ἡνίκα ἂν αὐτῷ δοκοίη προσῆκον εἶναι χρῆσθαι, αὖθις ἐπιτρέψαντος. παρ' αὐτῷ γὰρ εἶναι λύειν τε τοὺς ὅρκους καὶ