534
τηρεῖν ἀλύτους, εἰ μὴ βούλοιτο. ἔπειτα τὸ νῦν ἔχον πλὴν τῶν ἐρυθρῶν, ὁποίας ἂν αὐτῷ δοκοίη και 3.358 νουργήσαντι κρηπῖδας ἐπιτρέψας ὑποδύεσθαι, συνταξάμενος εἰς Βυζάντιον ἐπανῆκε καὶ Ἰωάννην καὶ ∆ημήτριον τοὺς υἱοὺς Ματθαίου τοῦ τῆς γυναικὸς ἀδελφοῦ τιμῶν ἠξίωκε τῶν ἐπιφανεστάτων παρὰ Ῥωμαίοις, δεσπότην μὲν τὸν Ἰωάννην ἀποδείξας, τὸν δὲ ∆ημήτριον σεβαστοκράτορα, καὶ κοινωνήσας αὐτοῖς τραπέζης. ἔπειτα ἐξέπεμπε πρὸς τὸν πατέρα, πολλὰς ὁμολογοῦντας τῆς εὐεργεσίας χάριτας. Ματθαῖος δὲ οὐδὲν εἵλετο περὶ τὴν σκευὴν καινοτομεῖν, ἀλλὰ λευκαῖς κρηπῖσιν, ὥσπερ ἡνίκα ἦν ἐν τῷ δεσμωτηρίῳ, χρῆσθαι εἵλετο. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς πανοικεσίᾳ τὸν υἱὸν παραλαβὼν, ἀπέπλευσεν εἰς Πελοπόννησον τριήρεσι μακραῖς πρὸς Μανουὴλ δεσπότην, τῶν υἱῶν τὸν ἕτερον. οὐ μὴν οὐδὲ ἐκεῖ ἠμέλουν οἱ πονηροὶ καὶ μοχθηροὶ τοὺς τρόπους μηχανήν τινα ἐξευρίσκειν, ἐξ ἧς λυπήσουσιν ὡς μάλιστα, ἀλλὰ πρὶν γενέσθαι ἐν Πελοποννήσῳ γράμμασι πρὸς δεσπότην διαβάλλουσι τὸν υἱὸν, ὡς βούλοιτο τῆς μὲν ἀρχῆς αὐτὸν ἀποστερεῖν, ἄρχοντα δὲ Πελοποννήσου Ματθαῖον ἀντικαθιστᾷν τὸν ἀδελφόν· καὶ τοῦτο οὐχ εἷς καὶ δύο, ἀλλὰ καὶ πλείους καὶ πολλάκις ἐπεστάλκασιν. ὃ οὐχ ἥκιστα τοὺς λογισμοὺς δεσπότου κατασεῖσαι ἠδυνήθη. ὅτε μὲν γὰρ πρὸς τὴν ἐπιείκειαν καὶ σύνεσιν καὶ εὐβουλίαν ἀπίδοι τοῦ πατρὸς καὶ τὴν εἰς τοὺς παῖδας φιλοστοργίαν, πάντα πλάσματα ἡγεῖτο καὶ διαβολὰς, ὅτε δὲ εἰς τὸ πλῆθος καὶ τὴν πιθανότητα τῶν γεγραμμένων, οὐκ εἶχεν, ὅπως ἅπασι καθάπαξ ἀπιστεῖν. ὅθεν καὶ μετὰ τὴν βασιλέως τοῦ πατρὸς ἐπιδημίαν, τὴν ἔν 3.359 δον ταραχὴν ἐν τοῖς ἤθεσιν ὑπέφαινε. βασιλεύς τε ὁ πατὴρ τὸν θόρυβον οὐκ ἀγνοήσας, ἐπυνθάνετο τὰς αἰτίας, ὅθεν εἶεν· ὁ δὲ πᾶν ἐξεκάλυπτεν αὐτίκα τὸ ἀπόῤῥητον. βασιλεὺς δὲ ὁ πατὴρ τῶν μὲν συκοφαντῶν πολλὴν κατεγίνωσκε σκαιότητα καὶ πονηρίαν τρόπων, τὸν δὲ υἱὸν παρῄνει μὴ ῥᾴδιον εἶναι προσέχειν ταῖς διαβολαῖς, καὶ μάλιστα κατὰ φιλτάτων συνεσκευασμέναις, πατρὸς καὶ ἀδελφοῦ, αὐτὸν δὲ οὐχ ὅπως αὐτὸν ἀφέλοιτο τὴν ἀρχὴν, τὸν ἀδελφὸν ἐκεῖσε ἀγαγεῖν, ἀλλ' ἵν' ὡς μάλιστα βελτίω καὶ ἀσφαλεστέραν ἀπεργάσηται. τιʹ γὰρ ἂν καὶ εἴη βέλτιον εἰς λόγον ἡδονῆς καὶ ἀσφαλείας, ἢ τὸ συνεῖναι ἀδελφοὺς ἀλλήλοις, ὁμοίως τῇ κατὰ φύσιν συναφείᾳ καὶ τὰς ψυχὰς συγκεκραμένους; τοῦ δὲ εἰς Πελοπόννησον ἐκεῖνον ἀγαγεῖν αἰτίαν οὐδεμίαν ἄλλην εἶναι, ἢ τὰς τῶν φαύλων καὶ πονηροτάτων ψυχὰς ἀνθρώπων, οἳ μάλιστα πολλοὶ νυνὶ τῷ βίῳ ἀνεφύησαν, ἀληθείας μὲν οὐδένα καὶ δικαιοσύνης λόγον πεποιημένοι, μικροῦ δὲ κέρδους ἕνεκα καὶ τὰ δεινότατα τολμῶντες, ἔστι δ' ὅτε μηδὲ ταύτης εὐποροῦντες τῆς αἰσχρᾶς καὶ ἀγεννοῦς προφάσεως, ἀλλ' ὥσπερ εἰς τοῦτο παρελθόντες εἰς τὸν βίον ἐπὶ τῷ διαφθείρειν τοὺς ἀγαθοὺς καὶ προῖκα τὴν μοχθηρίαν προῃρημένοι, ὧν τὴν ἀτοπίαν δείσας καὶ τὴν πονηρίαν, μὴ συκοφαντίας καὶ διαβολὰς πλασάμενοι, βασιλέα τε καὶ ἀδελφὸν τὸν σὸν ἐκπολεμώσουσιν ἀλλήλοις, ἐνθάδε ἀγαγεῖν, νομίσας ὅπερ ἐστὶν, ὡς ἀληθὲς, οὐ Πελοπόννησον τοσαύτην οὖσαν, ἀλλὰ τὴν αὐτὴν οἰκίαν ὑμᾶς συν 3.360 οικήσειν ἀλύπως διὰ βίου, καὶ μηδεμίαν ἔσεσθαι πρόφασιν ἰσχυρὰν διαφορᾶς, ἣ διαστῆσαι δυνήσεται ὑμᾶς ἀλλήλων. οὐ χρὴ δὲ θαυμάζειν, εἰ τοιαῦτα πεπεισμένος περὶ τῶν συκοφαντῶν, ἐνθάδε ἤγαγον τὸν ἀδελφόν. ὅπου γὰρ καὶ σοὶ ἐμέ τε κἀκεῖνον ἤλπισαν ταῖς διαβολαῖς ἐκπολεμώσειν, σχολῇ γ' ἂν ἀπέσχοντο βασιλέως προφάσεων μεγάλων εὐποροῦντες ἐκ τῶν πρὶν διαφορῶν. «ἐκεῖνοι μὲν οὖν» εἶπεν «ἀπολέσθωσαν κακοὶ κακῶς αὐταῖς συκοφαντίαις· σὺ δὲ πᾶσαν ἀποθέμενος μικροψυχίαν, ἡδέως δέχου τὸν ἀδελφὸν, μετ' ἐπιεικείας ἁπάσης καὶ εὐγνωμοσύνης συνδιάξοντα.» τοιαῦτα μὲν Καντακουζηνὸς ὁ βασιλεὺς πρὸς δεσπότην εἶπε τὸν υἱόν. ἐκεῖνός τε αὐτίκα τῷ πατρὶ πειθόμενος ἐδέχετο τὸν ἀδελφὸν ἡδέως, πολλὰ καταμεμφόμενος τοὺς συκοφάντας, καὶ πρὸς βασιλέα τὸν πατέρα ἰσχυρίζετο, ὡς, εἰ βέλτιον αὐτῷ δοκοίη καὶ λυσιτελέστερον, ἀποστάντα παντάπασιν αὐτὸν Πελοποννήσου πᾶσαν ἔχειν τὴν