535
ἀρχὴν τὸν ἀδελφὸν, οὐδὲν αὐτὸν φιλονεικήσειν, ἀλλὰ πάντα πράξειν ἑτοιμότατα, ἅττα ἂν αὐτὸς κελεύοι. βασιλεὺς δὲ ἐν Πελοποννήσῳ ὑπὲρ ἐνιαυτὸν συνδιατρίψας τοῖς υἱέσι, καὶ ὧν ἕνεκα ἀφῖκτο δεξιὸν τέλος ἐπιθεὶς, εἰς Βυζάντιον ἐπανῆκεν. νʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Κάλλιστος ὁ πατριάρχης παρὰ βασιλέως ἐπέμφθη πρέσβυς πρὸς Ἐλισάβετ τὴν Κράλη γαμετὴν, Φέραις ἐνδιατρίβουσαν μετὰ τὴν ἐκεί 3.361 νου τελευτήν. ἐκπεπολέμωντο γὰρ ἀλλήλοις καὶ ἔτι Κράλη περιόντος. ἡ πρεσβεία δὲ ἦν, ὥστε τὸν πρὸς ἀλλήλους πόλεμον καταθεμένους καὶ συμφρονήσαντας, τοῖς ἐν Θρᾴκῃ βαρβάροις ἐπιθέσθαι, κακῶς καὶ τὴν Ῥωμαίων καὶ Τριβαλῶν ποιοῦσι καὶ ληϊζομένοις ὁσημέραι. ἡ μὲν οὖν Κράλη γαμετὴ τὴν πρεσβείαν ἐδέξατο προθύμως, οὐ μὴν ἀλλὰ καὶ οἱ ἐν τέλει πάντες Τριβαλῶν· καὶ πᾶσιν ἔδοξεν ὁμοίως πολεμητέα εἶναι πρὸς τοὺς βαρβάρους, καὶ τὸν πατριάρχην ἦγον δι' εὐφημίας καὶ αἰδοῦς πολλῆς. Ἐλισάβετ δὲ μάλιστα πολλὴν ἐπεδείκνυτο φιλοφροσύνην καὶ τῶν κρειττόνων ᾤετό τινα ὑποδεδέχθαι ξενισθέντα παρ' αὐτῇ. οὕτω δὲ συμβὰν, αὐτός τε ὁ πατριάρχης ἐνεπεπτώκει νόσῳ χαλεπῇ, ὑφ' ἧς καὶ ἐτελεύτησε, καὶ οἱ ἄλλοι οἱ συνόντες, πλὴν ὀλίγων. ἦν δὲ ἄγων τοὺς μάλιστα ἐν λόγῳ τῶν ἐν τῷ κλήρῳ τῆς ἐκκλησίας κατειλεγμένων· ὅθεν καὶ φήμη διεδόθη παρὰ τοῖς πολλοῖς φαρμάκῳ αὐτοὺς ἀποθανεῖν ἐπιβουλευθέντας ὑπὸ Τριβαλῶν. ἦν δὲ ἄρα ψεῦδος καὶ συκοφαντία ἐναργῶς. οὐ γὰρ τὸ τῆς Κράλη γαμετῆς ἐπιεικὲς μόνον καὶ ἡ πρὸς τὸν πατριάρχην αἰδὼς καὶ φιλοτιμία καὶ σπουδὴ, καὶ περιόντος καὶ μετὰ τελευτὴν, ἀλλὰ καὶ ἡ νόσος, ὑφ' ἧς ἕκαστος ἐτελεύτησε κατεργασθεὶς, οὐδαμῶς τοιαῦτα δίδωσιν ὑπονοεῖν περὶ αὐτῆς. διαφόροις γὰρ ἔτυχον νοσήμασι κατασχεθέντες, καὶ οὐδὲ δύο τοὐλάχιστον τοῖς ἴσοις. ἀποθανόντα δὲ τὸν πατριάρχην ἔθαψέ τε μεγαλοπρεπῶς ἡ Ἐλισάβετ ἐν τῇ μητροπό 3.362 λει Φερῶν καὶ ἐτίμησε διαφερόντως, ἀφικομένων δὲ παρ' αὐτὴν καὶ ἐκ τῶν ἐν Ἄθῳ φροντιστηρίων τῶν σπουδαιοτέρων καὶ ἀντιποιουμένων ἀρετῆς, μάλιστα δὲ Λαύρας τῆς ἱερᾶς, καὶ δεηθέντων ἐφεῖναι τὸν πατριάρχου νεκρὸν ἐν Ἄθῳ μεταγαγεῖν καὶ θάψαι παρὰ σφίσιν, οὐκ ἐνέδωκεν, αὐτὴ μάλιστα εἰποῦσα δεῖσθαι τῆς ἐκείνου προστασίας, καὶ δεῖν εἶναι κατέχειν παρ' ἑαυτῇ. ἐν ᾧ δὲ χρόνῳ ταῦτα ἐτελεῖτο, καὶ ὁ βασιλεὺς ἐπεστράτευσε ταῖς κατὰ τὸν πόντον ὑπηκόοις πόλεσι Μυσοῖς· ἐγένετο γάρ τις αὐτῷ διαφορὰ πρὸς Ἀλέξανδρον τὸν Μυσῶν βασιλέα. καὶ Ἀγχίαλον μὲν εἷλεν ἐξ ἐφόδου μάχῃ κρατήσας, Μεσημβρίαν δὲ ἔκ τε τῆς ἠπείρου πύργον οἰκοδομήσας κατὰ τὸ στενὸν, ἐν ᾧ ἡ εἰσβολὴ, καὶ ἐκ τῆς θαλάσσης ταῖς ναυσὶν ἐπολιόρκει. καὶ ἐπίεσε τοὺς κατοικοῦντας οὐκ ὀλίγα ὕδατος ἀπορία μάλιστα, ὑδρεύοντο γὰρ οὐ πολὺ ἄποθεν τῆς πόλεως ἔκ τινος πηγῆς, τότε δὲ εἰργόμενοι ὑπὸ τῆς στρατιᾶς, τοῖς ἔνδον ὕδασιν ἐχρῶντο, ὀλίγοις τε καὶ φαύλοις οὖσιν. Ἀλέξανδρος δὲ ὁ τῶν Μυσῶν βασιλεὺς πολλαῖς μὲν ἐχρήσατο μεθόδοις, ἀναστῆσαι βασιλέα τῆς πολιορκίας, ἔκ τε γὰρ τῆς οἰκείας στρατιᾶς τῇ πόλει ἔπεμψε συμμάχους, καὶ παρὰ τῶν ἐν Θρᾴκῃ βαρβάρων πείσας χρήμασιν, ἀπράκτων δὲ ἐπανελθόντων, βασιλέως τούς τε ἔνδον ἰσχυρῶς πολιορκοῦντος καὶ πρὸς τοὺς ἔξω μαχομένου καρτερῶς, ἐπεὶ παντάπασι πρὸς τὸν πόλεμον ἀπηγορεύκει, πρέσβεις πέμψας καὶ ἐπαγγειλάμενος πάνθ', ὅσα κατὰ 3.363 γνώμην βασιλεῖ ποιήσειν, ἔπεισεν ἀνθελέσθαι τὴν εἰρήνην, καὶ τά τε χρήματα ἐξέτισεν, ὅσα πρὸς τὸν πόλεμον ἀνάλωτο, καὶ ἕτερα οὐκ ὀλίγα. βασιλεύς τε τὸν πύργον καταστρεψάμενος, ἐπανῆλθεν εἰς Βυζάντιον. πυθόμενος δὲ περὶ πατριάρχου, ὅτι τελευτήσοι κατὰ τὴν πρεσβείαν, αὐτός τε ἐσκέπτετο, ὅντινα δεῖ τοῖς πατριαρχικοῖς θρόνοις ἐγκαθιδρύειν, καὶ τοῖς ἀρχιερεῦσιν ἐπέτρεπε συνελθοῦσι κατὰ τὸ ἔθος καὶ διασκεψαμένοις τὸν προστησόμενον τῆς ἐκκλησίας αὐτῷ δηλοῦν. δόξαν δὲ πᾶσι τὸν πατριάρχην Φιλόθεον ἐπανάγειν εἶναι δίκαιον, ἐπεὶ καὶ βασιλεῖ τὰ ἴσα συνεδόκει, συνῄδει γὰρ αὐτῷ μὴ διὰ κακίαν ἀποστάντι τῆς ἀρχῆς, ἀλλ' ἑκοντὶ παραχωροῦντι, ἵνα μὴ διὰ φιλονεικίαν ταραχῆς πολλῆς καὶ διχοστασίας ἐμπλησθῇ ἡ