536
ἐκκλησία· δι' ἃ δὴ καὶ φιλίως εἶχε πρὸς αὐτὸν, καὶ γινομένῳ τε ἐν βασιλείοις ἡδέως συνῆν καὶ συνωμίλει, καὶ αὐτὸς ἐν ᾗ κατῴκει μονῇ γινόμενος. συνδιενυκτέρευεν αὐτῷ· πέμψας τοὺς υἱεῖς, Ἀνδρόνικόν τε τὸν βασιλέα καὶ τὸν δεσπότην Μανουὴλ καὶ τῶν συγκλητικῶν πολλοὺς, ἐπανήγαγεν εἰς τὴν ἐκκλησίαν καὶ τοῖς πατριαρχικοῖς ἐνίδρυσε θρόνοις· καὶ νῦν οἷα λύχνος ἐπὶ τὴν λυχνίαν τεθεὶς, ἐπὶ τὸ ἀληθινὸν φῶς τὴν πιστευθεῖσαν ἐκκλησίαν χειραγωγεῖ, τοῖς τε ὑγιέσι τῆς εὐσεβείας δόγμασιν ἐκτρέφων καὶ εὐεκτεῖν ὡς μάλιστα ποιῶν, καὶ τὰ ἤθη ῥυθμίζων, καὶ ὡς οἷόντε τῆς ἀνιέρου ζωῆς ἐπανάγων ταῖς συχναῖς διδασκαλίαις καὶ παραινέσεσιν. ἃ μὲν οὖν συμβέ 3.364 βηκε Ῥωμαίοις ἐφ' ἡμῶν ἔν τε τοῖς ἄνω χρόνοις, ἡνίκα τῶν βασιλέων Ἀνδρονίκων ὁ πρὸς ἀλλήλους ἐκινήθη πόλεμος, καὶ ὕστερον ὁ μεταξὺ τῆς βασιλίδος Ἄννης καὶ Καντακουζηνοῦ τοῦ βασιλέως ἀνεῤῥιπίσθη, καὶ τὰ τελευταῖα δὴ ταῦτα, ὅσα βασιλεὺς ὁ νέος Ἰωάννης πρός τε τὸν γυναικὸς ἀδελφὸν Ματθαῖον διηνέχθη καὶ βασιλέα τὸν κηδεστὴν, τοιαῦτά ἐστι. καὶ πρὸς οὐδὲν τῶν εἰρημένων οὔτε πρὸς χάριν, οὔτε πρὸς ἀπέχθειαν ἐξέβημεν τῆς ἀληθείας, ἀλλ' αὐτὰ τὰ ὄντα ἱστορήκαμεν ἀκριβῶς, τοῖς μὲν αὐτοὶ παρόντες, ἡνίκα ἐπραγματεύοντο, καὶ μετέχοντες τῶν γιγνομένων, τῶν δ' αὐτήκοοι γεγενημένοι ἀπ' αὐτῶν τῶν εἰργασμένων. εἰ δέ τινα τῶν ἐν ἀποῤῥήτοις βεβουλευμένων μάλιστα τῶν πρὸς Καντακουζηνὸν τὸν βασιλέα τὸν πόλεμον κεκινηκότων ἡ ἱστορία περιέχει, θαυμαστὸν οὐδέν. οἱ πλείους γὰρ ἐκείνων καὶ μετὰ τὸ τῆς ἀρχῆς ἁπάσης ἐκεῖνον ἐγκρατῆ γενέσθαι ἔτι περιόντες καὶ πολλῆς προνοίας ἀπολελαυκότες παρ' αὐτῷ, πάντα ἀκριβῶς ἐξεῖπον, ἐκεῖνον μὲν τῆς μεγαλοψυχίας θαυμάζοντες καὶ τῆς καρτερίας τῆς πρὸς τὰ δεινὰ, ἑαυτοὺς δὲ οἰκτείροντες, ὅτι μὴ μόνον τοσούτων αἴτιοι γεγόνασι Ῥωμαίοις συμφορῶν, ἀλλὰ καὶ οὗ πολλῶν καὶ πρότερον καὶ ὕστερον καὶ μεγάλων καὶ θαυμασίων εὐεργεσιῶν ἀπολελαύκασι, τούτῳ ταῖς μεγάλου δουκὸς ἀπατηθέντες μηχαναῖς καὶ πανουργίαις, πολλῶν ὤφθησαν αἴτιοι γεγενημένοι δυσχερῶν καὶ τὰ ἔσχατα ἠγνωμονήκασι. μάλιστα δὲ ἀπήγγειλαν σαφέστατα Ἰωάννης καὶ Νικηφόρος οἱ μεγάλου δουκὸς ἀδελφοὶ, οἷα δὴ τῶν ἄλ 3.365 λων μᾶλλον συνειδότες τὰ ἀπόῤῥητα ἐκείνῳ. τὸ μὲν οὖν ἐπίταγμα τὸ σὸν, ὦ καλὲ Νεῖλε, εἰς δύναμιν ἡμῖν ἐκτετέλεσται, σοὶ δ' ἔξεστι τὰ γεγραμμένα ἀναλέγοντι καὶ βίους ἐξετάζοντι καὶ πράξεις καὶ τὸ σύμπαν ἦθος τῶν ἀνθρώπων, τῶν μὲν τὴν μεγαλοψυχίαν ἐπαινεῖν καὶ τὴν ἐν ἅπασιν ἢ ἐν πλείστοις ἔργοις ἀγαθοῖς φιλοτιμίαν, τῶν δὲ μισεῖν τὴν πανουργίαν, ὡς οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ σφίσιν αὐτοῖς πολλῶν κακῶν αἰτίαν γενομένην.