1

 2

 3

 4

 5

2

κατῆλθε χαίρων. Ἀπήντησεν ὁ λυπῶν, ὁ ἐλέγχων προφήτης· οὐχὶ ἐχθρὸς, ἀλλ' ὡς φειδόμε νος ἀπεφήνατο οὐ τὴν ἑαυτοῦ ἀπόφασιν, ἀλλὰ τὴν τοῦ Θεοῦ.

Μετὰ τὴν ἀπόφασιν ἐνεδύσατο σάκκον, καὶ ἀποδύεται τὴν δεσποτείαν. Γέγραπται γὰρ, ὅτι αὐτὸς ὁ προφήτης, ὁ ἀποσταλεὶς ἐπὶ τὴν ἀπόφασιν, ἤκουσε παρὰ τοῦ Θεοῦ, ὅτι Ἐπειδὴ ἐδεήθη Ἀχαὰβ, τὴν ἀπειλὴν φοβούμενος, οὐκ ἔσται ἃ εἶπον ἐν ταῖς ἡμέ ραις αὐτοῦ. Ἀναγκάζομαι ἐπιθυμῆσαι καλοῦ φαρμά κου. ∆αβὶδ ὁ ὅσιος, καὶ μετὰ τὴν ἁμαρτίαν ὅσιος, τῶν δέκα ἐντολῶν ἐν μιᾷ ὑποθέσει τρεῖς παρέβη. Ἐπειδὴ ὑμῖν λαλοῦμεν, εἴπωμεν καὶ σαφέστερον. Γέγονε μοι χεία, καὶ φόνος, καὶ ἐπιθυμία ἀλλοτρίας γυναικός. Ἥμαρτεν ὁ δίκαιος ἄνθρωπος, καὶ ὁ Θεὸς κριτὴν αὐ τὸν ἐποίησε τῆς ἰδίας ἁμαρτίας. Ἐπειδὴ γὰρ οὐ βλέ πομεν δοκὸν ἐν ὀφθαλμῷ ἡμῶν, κάρφος δὲ ἐν ἀλλο τρίῳ, εἰσάγει αὐτῷ τὴν δίκην αὐτοῦ ὡς ἀλλοτρίαν, καί φησιν, ὅτι «∆ύο ἄνδρες ἦσαν ἐν πόλει μιᾷ, ὁ μὲν πλούσιος, ὁ δὲ πένης. Τῷ πλουσίῳ ὑπῆρχε πολλά· τῷ δὲ πένητι ἀμνὰς μία, ἣ καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθ ευδε (τοῦτο δὲ γυναικὸς μυστήριον), μετ' αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν. Ἦλθε φη σι, ξένος τῷ πλουσίῳ·» καλῶς δὲ ὅτι «ξένος·» οὐ γὰρ ἐν τούτοις εἶχε συνήθειαν ὁ ∆αβίδ. «Ἦλθεν οὖν αὐτῷ ξένος. Ἐάσας, φησὶ, τῷ ξένῳ ἀφ' ὧν εἶχε θῦσαι, τὴν μίαν ἀμνάδα, φησὶ, τοῦ πένητος ἀφαρπάσας θύει.» Ὅσον ἂν πέσῃ ὁ ἰσχυρὸς, ταχεῖαν ἔχει τὴν ἀνάστασιν.

Ἀγανακτεῖ ὁ ∆αβίδ· ἦν γὰρ ∆αβὶδ καὶ πεσών. «Ζῇ Κύριος, ἄξιος θανάτου ἐστὶν ὁ ποιήσας τοῦτο.» Ἀπεφήνατο αὐτὸς καθ' ἑαυτοῦ. Ὡς ἀπεφήνατο, ἐφανέρωσεν ὁ προφήτης τίς ἐστιν ὁ ἄνθρωπος. Εὐθὺς ἐπὶ τὸ φάρμακον ἐλήλυθεν· εἶδε τὸ τραῦμα· προσέφυγε τῷ ἰατρῷ. «Ἥμαρτον,» φησὶ, καὶ εὐθὺς ἡ ἴασις. «Καὶ ὁ Κύριος παρήνεγκέ σου τὸ ἁμάρτη 31.1480 μα.» Τί γὰρ βούλει, ἓν ἁμάρτημα λογισθῆναι ὁσίοις, ἢ πολλὴν δικαιοσύνην; Ἐποίησεν ἁμαρτίαν, ἀλλ' ἐποίησε καὶ πολλὰς δικαιοσύνας. Τί δίκαιον παρὰ δικαίῳ Θεῷ, τῶν ὀλίγων μνημονεῦσαι, ἢ τῶν πολλῶν ἐπιλανθάνεσθαι; Ἔστω ζυγὸς, καὶ ᾧ μετροῦμεν, μετρηθήσεται ἡμῖν. Εἰ πλείονα τὰ ἁμαρτήματα, ἔστω ἁμαρτωλός· εἰ δὲ πλείονα τὰ δικαιώματα, ἔστω δί καιος. Εἷς καὶ εἷς. Τὰ γὰρ παρ' ἡμῖν πάντα ἐκ τοῦ πλείονος λέγεται. Καὶ τοῦ λευκοῦ ἐστι λευκότερον, καὶ τοῦ γλυκέος εἰς σύγκρισιν ἄλλο γλυκύτερον. Οὕ τως καὶ οἱ δίκαιοί ἐσμεν ὡς ἄνθρωποι, οὐχ ὡς ἡ ἁμαρτία δικαιοσύνη. Ὅθεν ὁ Υἱὸς τοῦ Θεοῦ δικαιο σύνη ἀκούει· ἡμεῖς δὲ μεταλήψει δικαιοσύνης δίκαιοι. Καὶ Μωϋσῆς ἐλάλησέ τι τῇ γλώττῃ, ἀλλ' οὐκ ἀπελή φθη τῇ ἱστορίᾳ. Καὶ Ἀβραὰμ εὑρίσκεται πιστὸς, καὶ ἔστιν ὅπου ἠπίστησεν. Οὐ τῶν δικαίων κατηγορῶ, ἀλλὰ τὸν Θεὸν δοξάζω. Οὐ προτρέπομαι, ἵνα ἁμαρτή σωμεν. Ἤρεσεν Ἐνὼχ τῷ Θεῷ, λέγει ἡ Γραφὴ, μετὰ τὸ γεννῆσαι τὸν υἱόν. Εἰ μετὰ ταῦτα ἤρεσεν, ἔστιν ἀρέσαι μὴ ἀρεσκόμενον. Ἀλλ' ἔλθωμεν ἐπὶ τὴν Καινὴν, ἔτι πλείονα ἔχοντες ἀπὸ τῆς Παλαιᾶς. Καὶ γὰρ Μανασσῆς ὁ τε τραπρόσωπα εἴδωλα ἐν τῷ ναῷ τοῦ Θεοῦ θεὶς, ἵν' ὅθεν ἄν τις εἰσέλθῃ τοῖς εἰδώλοις προσκυνήσῃ, μετανοήσας ἀνεκλήθη ἐκ τῆς αἰχμαλωσίας. Ἔλθωμεν ἐπὶ τὴν Καινήν. Ἀφ' ἧς γὰρ μάλιστα θέλουσιν ἀπο κλεῖσαι τὴν μετάνοιαν, ἀπ' αὐτῆς μάλιστα κηρύττε ται ἡ μετάνοια. Πυνθανώμεθα τοῦ Σωτῆρος, Τί ἦλ θες; καὶ ἀποκρίνεται· «Οὐκ ἦλθον δικαίους σῶσαι, ἀλλὰ ἁμαρτωλοὺς, φησὶν, εἰς μετάνοιαν.»

Ἐξετάσω μεν αὐτὸν, Τί βαστάζεις ἐπ' ὤμων; Ἀπολωλὸς, λέ γει, πρόβατον. Ἐπὶ τίνος γίνεται χαρὰ ἐν οὐρανοῖς; λέγει, Ἐπί τινος ἁμαρτωλοῦ μετανοοῦντος. Ἄγγελοι χαίρουσι, καὶ σὺ βασκαίνεις; Ὁ Θεὸς χαίρων δέχε ται, καὶ σὺ κωλύεις; Σφοδρότερον προσφευξώμεθα ἀγαθῷ Θεῷ. ∆ύο, φησὶν, ἦσαν, ἀμφότεροι υἱοὶ (οὐ δύνασαί μοι εἰπεῖν, ὅτι ἡ ἀπὸ Ἑλλήνων ἐστὶν ἡ ὧδε μετάνοια, ἀλλ' ἀμφότεροι υἱοὶ, ἐξ ἴσου μερίσαντες). Ἀναλίσκει ὃ εἶχεν ὁ νεώτερος· δίκαιος ὢν, ἐκπίπτει. Ἀναλώσας δὲ πάντα, ἦλθεν ἐπὶ μετάνοιαν, καὶ σπεύ δει πρὸς τὸν πατέρα, καὶ μελετᾷ, πατρὶ