1

 2

2

ἐπουρα νίου ταύτης χάριτος; οὐκ ἔνι τινὰ τὴν τῶν ἐπουρανίων βασι λείαν ἰδεῖν τοῦ βαπτίσματος μὴ καταξιωθέντα, οὐδὲ ἔστι τέλειον εὑρεθῆναι, κἂν πολιτεύηται κατὰ τοὺς ἀγγέλους, μὴ τῆς δωρε ᾶς ταύτης τὸν στέφανον λαβόντα. αὐτὸς ἀπεφήνατο ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λέγων ἡμῖν· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς βασιλείαν τῶν οὐρανῶν. κἂν ἀγγελικῶς τὸν βίον κατορθώσῃ καὶ κατὰ τοὺς ἀποστόλους ἑαυτὸν ἀφιερώσῃ τῷ θεῷ, κατα φρονήσῃ δὲ τῆς χάριτος τοῦ βαπτίσματος, οὐ δύναται τέλειος εὑρεθῆναι. οὕτως ἔλεγεν τῷ μακαρίῳ Κορνηλίῳ· Κορνήλιε, αἱ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. ἀλλ' ἐπὶ τούτοις ὁ τέλειος στέφανος, ἡ διὰ τῶν ὑδάτων πιστὴ δωρεά. διὸ μετεπέμψατο τὸν πρωτοστάτην τῶν ἀποστόλων, Πέτρον, καὶ τὸ λεῖπον ἀνεπλήρωσεν· ἦλθεν, ἐνουθέτησεν, ἐβάπτισεν, ἐστεφάνωσεν. ἵστασο λοιπὸν τῇ πίστει ἑδραῖος, μένε τεθεμελιωμένος ἐπὶ τῇ τῶν ὑδάτων χάριτι. μὴ βλέπῃς ὕδατα καὶ πάλιν ἀμφιβάλλῃς· ἰδὲ πῶς δι' ὑδάτων σοι ὁ θεὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν χαρίζεται. μὴ βλέπῃς ὕδατα, καὶ τὸ τῆς δωρεᾶς εὔκολον εἰς καταφρόνησιν λαμβάνῃς. ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ πίστεως· ταῦτα γάρ σοι τὰ ὕδατα τὴν γέενναν σβέννυσιν, ταῦτά σε δροσίζουσιν εἰς τὸν πύρινον ποταμόν, ταῦτα μόνα δυσωπεῖται τὸ φρόνημα τῆς γεέννης. οὕτως ἔλεγεν ζητῶν ὁ πλούσιος ἐν εὐαγγελίοις καὶ βλέπων τὸν Λάζαρον ἀναπαυόμενον ἐν τοῖς κόλποις τοῦ πα τρὸς ἡμῶν Ἀβραάμ· ἐλέησόν με, πάτερ Ἀβραάμ, καὶ πέμψον τὸν Λάζαρον, ἵνα βάψῃ τὸν δάκτυλον αὐτοῦ ὕδατος καὶ κατα ψύξῃ μου τὴν γλῶσσαν, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. διὰ τοῦτο, ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ προθυμίας· ταῦτα γάρ σοι τὰ ὕδατα τὸν οὐρανὸν διανοίγει, ταῦτά σε τὰ ὕδατα ἀπὸ δου λείας εἰς ἐλευθερίαν μεθίστησιν· ταῦτά σοι τὰ ὕδατα τὸν παρά δεισον ἀνοίγει καὶ πνευματικοὺς ὀφθαλμοὺς χαρίζεται· ταῦτά σε τὰ ὕδατα πρὸς ἐπουράνια μυστήρια παραπέμπει, εἰς ἃ ἐπιθυ μοῦσιν ἄγγελοι παρακῦψαι. ἐπτερώθης λοιπὸν τῇ διανοίᾳ εἰς οὐ ρανούς· εἶδες θεὸν τὴν τῶν ὑδάτων ἁγιάζοντα φύσιν· εἶδες ἁγίας τριάδος ἀδιάστατον συμφωνίαν ἐπὶ τῶν ὑδάτων· ἔλαβες παρὰ θεοῦ προφητικὰς ἐπαγγελίας, εὐαγγελιζομένας τὴν σὴν σω τηρίαν· ὁ τῆς ψυχῆς στέφανος πρόδηλος, ἡ τῶν πολυχρονίων ἁμαρτημάτων ἄφεσις ἐγγύς. πάντα καθαρῶς καὶ βεβαίως πρὸς τὴν ἑτοιμασίαν εὐτρέπισον, πίστιν καθαράν, λογισμὸν ἄτρωτον, θεϊκὸν φόβον, προσκύνησιν ἀληθῆ, ἀγγελικὴν στολήν, πάντα τέλεια τῷ τελείῳ προσκομίζων· μέλλεις γὰρ ὑπὸ τῶν λευιτῶν διακονεῖσθαι, ὑπὸ τῶν ἱερέων χειραγωγεῖσθαι, ὑπὸ τῶν ἀγγέλων δορυφορεῖσθαι, ὑπὸ τῶν ὑδάτων καθαρίζεσθαι, παρὰ τοῦ θεοῦ καὶ πατρὸς στεφανοῦσθαι, ὅτι αὐτῷ πρέπει ἡ δόξα ἅμα τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.