ΚΕΦΑΛ. ΚΒʹ.
Οὔτω τοι καὶ τὸ Θεὸς ὄνομα καὶ τὸ ἄνθρωπος, ποτὲ μὲν φύσιν σημαίνει, ποτὲ δ' ὑπόστασιν. Ἡ δὲ θεότης ὡσαύτως καὶ ἡ ἀνθρωπότης, φύσιν ἀεὶ μόνην, ἀλλ' οὔποτε καὶ ὑπόστασιν. Τὸ δὲ Χριστὸς ὑπόστασιν δηλοῖ σύνθετον, ἐκ θεότητός τε καὶ ἀνθρωπότητος. Καὶ τὸ χρίσαν μὲν ἡ θεότης, ἡ ἀνθρωπότης δὲ, τὸ 77.1164 χρισθέν. Χρίσιν δὲ νοητέον, τὴν ὅλου τοῦ χρίσματος εἰς ὅλον τὸ χρισθὲν περιχώρησιν. Οὔτω γὰρ ἂν εἴη τὸ τὴν χρίσιν δεδεγμένον ταῖς ἀληθείαις ὅλον χριστόν. Τὸ γὰρ ἐπιπολαίως χρισθὲν, ἐκ μέρους χριστὸν, ἀλλ' οὐχ ὁλικῶς· ὅθεν οὐδὲ κυρίως χριστόν. ∆ιὸ βασιλεῖς τε καὶ ἀρχιερεῖς τῷ ἐλαίῳ χριόμενοι, καὶ τὴν ἐπιπόλαιον δεχόμενοι χρίσιν, οὐ κυρίως χριστοί. Εἰ δὲ ἡ χάρις εἰς βάθος διὰ τοῦ χρίσματος, οὐδὲ πάλιν κυρίως χριστοί. Χάριτι γὰρ καὶ ἐπίκηροι. Μόνος τοίνυν ὁ Κύριος κυρίως χριστὸς, ὡς ὅλος διόλου καὶ οὐ χάριτι· τῇ δὲ καθ' ὑπόστασιν ἑνώσει καὶ ἀϊδίως χριστός.
ΚΕΦΑΛ. ΚΓʹ. Εἰδέναι μέντοι χρὴ ὅτι τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες. Τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ· τὰ δὲ, ἐν τῇ ἑνώσει· τὰ δὲ, μετὰ τὴν ἕνωσιν· τὰ δὲ, μετὰ τὴν ἀνάστασιν. Καὶ τῶν πρὸ τῆς ἐνανθρωπήσεως μὲν, τρόποι εἰσὶν ἕξ. Τὰ μὲν γὰρ αὐτῶν τὸ συναφὲς τῆς φύσεως, καὶ τὸ πρὸς τὸν Πατέρα ὁμοούσιον δηλοῖ, ὡς τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ τὸ, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων· καὶ τὰ τοιαῦτα. Τὰ δὲ τὸ τέλειον τῆς ὑποστάσεως, ὡς τὸ, Υἱὸς τοῦ Θεοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καὶ τὸ, Μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος· καὶ τὰ ὅμοια. Τὰ δὲ, τὴν ἐν ἀλλήλαις τῶν ὑποστάσεων περιχώρησιν, ὡς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ τὴν ἀνεκφοίτητον ἵδρυσιν, ὡς, Λόγος, σοφία, καὶ δύναμις, καὶ ἀπαύγασμα. Ὅ τε γὰρ Λόγος ἐν τῷ νῷ (Λόγον δέ φημι τὸν οὐσιώδη), καὶ ἡ σοφία ὁμοίως· καὶ ἐν τῷ δυναμένῳ ἡ δύναμις, καὶ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα ἀνεκφοιτήτως ἵδρυται ἐξ αὐτοῦ πηγαζόμενον. Τὰ δὲ, ὡς ἐξ αἰτίου τοῦ Πατρὸς, ὡς, Ὁ Πατήρ μου μείζων μού ἐστιν. Ἐξ αὐτοῦ γὰρ ἔχει τό τε εἶναι καὶ πάντα ὅσα ἔχει· τὸ μὲν εἶναι γεννητῶς, καὶ οὐ δημιουργικῶς, ὡς τὸ, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον· καὶ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα. Πάντα δὲ ὅσα ἔχει οὐ μεταδοτικῶς, οὔτε διδακτικῶς, ἀλλ' ὡς ἐξ αἰτίου, ὡς τὸ, Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μήτι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Εἰ μὴ γὰρ ὁ Πατήρ ἐστι, οὐδὲ ὁ Υἱός. Ἐκ τοῦ Πατρὸς γὰρ ὁ Υἱὸς, καὶ ἐν τῷ Πατρὶ, καὶ ἅμα τῷ Πατρὶ, καὶ οὐ μετὰ τὸν Πατέρα. Ὁμοίως καὶ ἃ ποιεῖ, ἐξ αὐτοῦ καὶ σὺν αὐτῷ. Μία γὰρ καὶ ἡ αὐτὴ, οὐχ ὁμοία, ἀλλ' ἡ αὐτὴ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος θέλησις, ἐνέργειά τε καὶ δύναμις. Τὰ δὲ, ὡς τῆς πατρικῆς εὐδοκίας διὰ τῆς αὐτοῦ ἐνεργείας πληρουμένης, οὐχ ὡς δι' ὀργάνου, ἢ δούλου, ἀλλ' ὡς δι' οὐσιώδους καὶ ἐνυποστάτου αὐτοῦ Λόγου καὶ σοφίας καὶ δυνάμεως· διὰ τὸ μίαν ἐν Πατρὶ καὶ Υἱῷ θεωρεῖσθαι κίνησιν· ὡς τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο· καὶ τὸ, Ἀπέστειλε τὸν Λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς· καὶ τὸ, Ἵνα γνῶσιν, ὅτι σύ με ἀπέστειλας. Τὰ δὲ προφητικῶς· καὶ τούτων τὰ μὲν, ὡς μέλλοντα· οἷον, Ἐμφανῶς 77.1165 ἤξει· καὶ τὸ τοῦ Ζαχαρίου, Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι· καὶ τὸ ὑπὸ Μιχαίου εἰρημένον, Ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου, καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. Τὰ δὲ μέλλοντα, ὡς παρῳχηκότα· Οὗτος ὁ Θεὸς ἡμῶν, μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις