Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
πρὸς Θεὸν ὁ σκοπὸς, καὶ πρὸς μόνον αὐτὸν ἀποβλέποντες, τὴν παρ' αὐτοῦ ζητοῦσι βοήθειαν, κἄν πού τι σαλεύηται κῦμα, καὶ χαλεπὸς ἐκ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ἐγείρηται χειμών. Τοῦτο καὶ Ἱερεμίας ἐπιστάμενος ἔλεγε· "Κύριε, ἰσχύς μου, καὶ βοηθέ μου, καὶ κατα φυγή μου, ἐν ἡμέρᾳ κακῶν μου." Ἡ μὲν γὰρ ἐξ ἀνθρώπων ἐπικουρία σαθρὰ, ἀσφαλὴς δὲ ἡ ἄνωθεν βοήθεια. ∆ιά τοι τοῦτο καὶ οἱ ἅγιοι ταλαίπωρον εἶναί φασι τὸν ἄνθρωπον, μᾶλλον δὲ κεκατηραμένον, τὸν τὴν ἐλπίδα ἔχοντα ἐπ' ἄνθρωπον, καὶ ἀπὸ Κυρίου τὴν ἑαυτοῦ καρδίαν ἀποστήσαντα. Ἔοικε δὲ νῦν ὁ ∆αβὶδ ἡμέραν θλίψεως λέγειν, ἱστορικῶς μὲν καθ' ἣν ὁ Σεναχηρεὶμ τοῦ Ῥαψάκου τὰ ἀτάσθαλα ἐκεῖνα ἔπεμψε γράμματα· "Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Ἀλληγορικῶς δὲ τὴν τοῦ πάθους ἡμέραν, ὅτε ἔλεγεν ὁ Σωτήρ· "Περίλυπός ἐστιν ἡ ψυχή μου." Εὔχονται οὖν καὶ οἱ περὶ τὸν Ἐζεκίαν ἐπακοῦσαι αὐτοῦ τὸν Θεὸν, θλιβομένου ἐφ' οἷς ἐβλασφήμησε ὁ Σεναχηρείμ· καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἵνα ἐπακούσῃ αὐτοῦ ὁ 69.836 Θεὸς καὶ Πατήρ. Μανθάνομεν δὲ καὶ ἡμεῖς ἐν καιρῷ θλίψεως μὴ καταπίπτειν, ἀλλ' εὔχεσθαι, καὶ μὴ ἀν θρώποις πιστεύειν τὴν σωτηρίαν ἡμῶν, τῷ Θεῷ δὲ τῷ πάντα ἰσχύοντι. Μνησθείη πάσης θυσίας σου. (C f. 38 b.) Λέγοι δ' ἂν ταῦτα καὶ πρὸς τὴν τοῦ ἀθυμοῦντος παραμυθίαν, ἢ ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος, ἢ τὸ ἅγιον Πνεῦμα. Εὐχῆς δὲ δεῖ τῷ θλιβο μένῳ, καὶ τοῦ μὴ καταβαλεῖν τὰς ἐλπίδας· οὕτω γὰρ Θεὸς ὑπήκοος γίνεται. Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ ιθʹ ψαλμοῦ. Ἀλλ' ἦν οὐ δυσεύρετος ἡ ὁδὸς ἡ ἀγαθή· προσεφώνει γὰρ λέγων ὁ Χριστός· "Ἐγώ εἰμι ἡ ὁδός."
ΨΑΛΜΟΣ Κʹ.
Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. (A f. 119.)
Παραταξάμενος ὁ ∆αβὶδ πρὸς Ἀμμα νίτας νενίκηκε, καὶ εἷλεν αὐτοὺς κατὰ κράτος, καὶ ἔλαβε τὸν στέφανον τοῦ Μολχώμ· τοῦτο δὲ εἴδωλον ἦν τῶν Ἀμμανιτῶν, καὶ εὑρὼν ἐν τῷ στεφάνῳ λίθον πολύτιμον, ἐνέθηκε τῷ ἰδίῳ στεφάνῳ. Ταύτης τῆς ἱστορίας νῦν μνημονεύει, καί φησι πρὸς τὸν Θεὸν, ὅτι Ταῖς φιλοτιμίαις φθάνεις, ὦ ∆έσποτα, καὶ αὐτήν μου τὴν αἴτησιν· οὐ γὰρ ἱκέτευσα περὶ λίθου τιμίου, ἀλλὰ σὺ καὶ τοῦτον δέδωκας, προλαβών μου τὴν αἴ τησιν. Καὶ ἄλλως δὲ πρὸ τῆς χειροτονίας εὐλόγησας, τουτέστιν ἐπῄνεσας λέγων· "Εὗρον ∆αβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, καὶ ἔσται μοι εἰς βασιλέα." Καὶ ἔτι· Ἐγὼ μὲν σωτηρίαν παρὰ τῶν ἐχθρῶν ἐκ σοῦ ἐζήτησα, σὺ δὲ ἐν εὐλογίαις, τουτέστιν ἐν δαψιλείᾳ καὶ πλεονασμῷ ἀγαθότητος, καὶ νίκην μοι δέδωκας, καὶ βασιλείαν, καὶ προφητείαν, καὶ τὸ μέγιστον, θεοπατο ρίαν. Ἀλλὰ καὶ ὁ Ἐζεκίας ἐλευθερίαν μόνον ᾔτησεν, εὕρατο δὲ νίκην τοσαύτην καὶ τῶν ἐχθρῶν πανολε θρίαν· καὶ τὴν βασιλείαν δὲ μὴ αἰτήσας, ἔλαβε. Λίθοι δὲ τίμιοι καὶ οἱ Χριστοῦ μαθηταὶ, καὶ ἁπλῶς οἱ πιστοὶ, κόσμος ὄντες αὐτοῦ καὶ δόξα καὶ οἱονεὶ στέφανος τῇ κεφαλῇ ἐπικείμενος. Ἐν μὲν οὖν τῷ Εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τῷ υἱῷ τοὺς γάμους, ἐνταῦθα δὲ ὁ προφήτης πρὸς τὸν Θεὸν λέγει· "Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον." Στέ φανος δὲ Χριστῷ ἡ Ἐκκλησία γίνεται, διὰ τῶν ἐμ ψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα. Λίθον ἂν εἴποις πολύτιμον καὶ αὐτὸν τὸν Χριστὸν, ὡς ἐκλεκτὸν δηλονότι καὶ ἀξιάγαστον μαργαρίτην, ὃν δέ δωκεν ἡμῖν στέφανον δόξης ὁ Θεὸς καὶ Πατὴρ, εὐ λογῶν ἡμᾶς εὐλογίᾳ ἁγιασμοῦ καὶ χρηστότητος.- (C f. 39 b.) Ἐκ τῶν ἔργων καὶ τῶν ἐπιτηδευμάτων αὐτοῦ τις στεφανοῦται. Ἀμέλει ὁ δικαστὴς τὸ δίκαιον διώξας, ἀπολήψεται τὸν τῆς