1

 2

 3

 4

2

καταδίκους, ἃ συνίσασιν ἑαυτοῖς, ὁμολογεῖν ἀναγκάζοντες, ἐκτέμνει δὲ τὴν γλῶσσαν ὁ τῆς ἀσε βείας κριτὴς, ἃ σύνοιδεν ἑαυτῷ σιγᾷν βιαζόμενος. Ὢ δεινοῦ κακοτεχνίας εὑρήματος. Φρονοῦσαν, φησὶ, τὰ τοῦ Χριστοῦ τὴν ψυχὴν οὐκ ἐξέστησα, κἂν τὴν λαλοῦ σαν ὑπὲρ Χριστοῦ διακόψω γλῶτταν. Ἔκκοψον, ὦ τύραννε, γλῶσσαν, ἵνα μάθῃς τὴν φύσιν καὶ ἄγλωσσον ὑπὲρ Χριστοῦ ῥητορεύουσαν· ἐκκόλαψον τὴν γλῶσσαν τοῦ στόματος, ἵνα μάθῃς ἀληθῆ τὸν τὰ χαρίσματα τῶν γλωσσῶν ὑποσχόμενον. Τὸ μὲν γὰρ τῆς γλώσσης ἐξ έκοψεν ὄργανον, ὁ λόγος δὲ ἐξώρμα σφοδρότερον, 50.614 ὥσπερ ἐμποδίου τινὸς ἀπηλλαγμένος τῆς γλώττης· θέαμα καινὸν καὶ παράδοξον· σάρκινος σαρκίνοις ἀσάρκως φθεγγόμενος. Πρέπον ἄρα τῷ μάρτυρι τοῦ προφήτου τὸ μέλος· Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· ἐπλήσθη τὸ στόμα χαρᾶς, καινὸν θῦμα τῷ Χριστῷ προσκομί σαν τὴν γλῶσσαν· ἔσχεν ἡ γλῶσσα πολλὴν ἀγαλλίασιν, πρόδρομος μάρτυς ὀφθεῖσα τοῦ μάρτυρος. Ὢ γλώσ σης πρὸς τοὺς τῶν μαρτύρων δήμους τὴν ψυχὴν προ λαβούσης· ὢ στόματος κρυπτόμενον γεννήσαντος μάρτυρα· ὢ γλώσσης θυσιαστήριον κτησαμένης τὸ στόμα· ὢ στόματος ἱερεῖον κτησαμένου τὴν γλῶσσαν· ναὸν ἔχων ἐλελήθεις, ὦ γενναῖε, τὸ στόμα, ναὸν ἐν ᾧ τὴν σύναιμον γλῶσσαν παράδοξον ἀμνάδα κατέθυσας.

βʹ. Τίς ἄρα σου τὰς ἀρετὰς ἀξίως στεφανώσειε ῥήτωρ; Ἔλαβες παρὰ τῆς

φύσεως γλῶσσαν, σὺ δὲ αὐτὴν ἐξέθρεψας μάρτυρα· ἔλαβες στόμα φυλακτήριον γλώσ σης, σὺ δὲ τῇ γλώσσῃ τὸ στόμα βωμὸν κατεσκεύα σας· ἔλαβες εἰς τὸ φθέγγεσθαι πλῆκτρον, σὺ δὲ αὐτὸ τεμνόμενον ἄσταχυν ἀνέδειξας· ἔλαβες γλῶσσαν ῥη μάτων διάκονον, σὺ δὲ αὐτὴν ἄμωμον τῷ Χριστῷ κατέθυσας πρόβατον. Τίνι σου τὴν γλῶσσαν πρεπούσῃ προσηγορίᾳ τιμήσω; ποίῳ σου κοσμήσω τὴν γλῶσ σαν ὀνόματι; Προσῆγον ταύτῃ τὸν σίδηρον δήμιοι, ἡ δὲ κατὰ τὸν δεδεμένον Ἰσαὰκ οὐκ ἐσκίρτα, ἀλλ' ὡς ἐν βωμῷ κειμένη τῷ στόματι τὴν πληγὴν σὺν ἡδονῇ προσεδέχετο, διδάσκουσα τῶν ἀνθρώπων τὰς γλώσ σας, ὡς οὐ φθέγγεσθαι μόνον διὰ Χριστὸν, ἀλλὰ καὶ σφάττεσθαι δεῖ. Τῆς τοῦ πατριάρχου θυσίας ἥρπασας, γενναῖε, τὸ φιλότιμον, μονογενὲς βλάστημα γλώττης ἀντὶ τέκνου μονογενοῦς προσκομίσας. Καλῶς ἄρα σοι δευτέραν ὁ Χριστὸς ἀντεφύτευσε γλῶσσαν· εὗρε γὰρ ἀγαθόν σε τῆς προτέρας γεωργόν· καλῶς σοι τὴν ἄσαρκον ἐχαρίσατο γλῶσσαν· ἀγγελικῷ γὰρ οὐκ ἔπρεπε φρονήματι σάρκινος· καλῶς σοι τὴν τῆς γλώσ σης ἀντιμισθίαν ἀπέδωκεν. Ἔχρησάς σου τῷ ∆εσπότῃ πρὸς θυσίαν τὴν γλῶσσαν, ὁ δὲ αὐτῇ πρὸς ῥητορείαν φωνὴν ἀντεδάνεισε· καὶ γέγονε τῆς γλώσσης καὶ τοῦ Χριστοῦ πρὸς ἀλλήλους συνάλλαγμα, τῆς μὲν γλώσ σης ὑπὲρ Χριστοῦ τεμνομένης, τοῦ Χριστοῦ δὲ ὑπὲρ τῆς γλώσσης λαλοῦντος. Ποῦ νῦν ἡμῖν Μακεδόνιος, ὁ τῷ δεδωκότι τὸ χάρι σμα τῶν γλωσσῶν Παρακλήτῳ μαχόμενος;

Ὅτι δὲ οὐ ψεύδομαι τῇ τοῦ Παρακλήτου θεότητι τὰς τῶν χαρισμάτων δωρεὰς περιάπτων, μάρτυς ἡμῖν ὁ μα κάριος Παῦλος ὁ νῦν πρὸς τὴν ὑμετέραν φιληκοΐαν βοῶν· Πάντα ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦ μα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Κα θὼς βούλεται, φησὶν, οὐ καθὼς ἐπιτάττεται. Ἀλλ' ἵνα μή τινας πρὸς τούτοις ἐπιθέντες προσθήκας τῷ πλή θει τὴν ὑμετέραν καταχώσωμεν μνήμην, ταύτην οὖσαν ἰσχυρὰν τὴν φωνὴν ὑπὲρ τοῦ Παρακλήτου μεμνημένοι οὕτως ἐντεῦθεν ἐξέλθωμεν, μεγάλα μὲν κατ' ἐκείνων φρονοῦντες, συγγινώσκοντες δὲ τέως 50.615 αὐτοῖς πλανωμένοις, καὶ τὴν τοῦ Παρακλήτου προσ κυνοῦντες θεότητα. Ἡ μὲν οὖν προφητικὴ σάλπιγξ τὴν οἰκουμενικὴν εἰς Χριστὸν προσημαίνουσα συμ φωνίαν ἔλεγεν, Ὅτι εἰδήσουσί με, φησὶν, ἀπὸ μι κροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ τῷ ἀλη θινῷ. Καὶ ὁ μὲν προφήτης, ὡς ἔφην, ἅπασαν γλῶσ σαν τῷ τῆς θεογνωσίας περικλείει δικτύῳ· ἡμεῖς δὲ σήμερον