1

 2

 3

3

Εἰ μὴ ἦν οὗτος Κύριος τοῦ ναοῦ, οὐκ ἂν βλέπων αὐτὸν ὁ ναὸς σταυρούμενον, τὸ οἰκεῖον καταπέτασμα περιέσχισεν. Εἰ μὴ ἦν οὗτος ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν, οὐκ ἂν ἐπρέσβευσεν ὑπὲρ τῶν ἁμαρτωλῶν λέγων· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὁ γὰρ τούτου θάνατος πάντα συνέστησε. Κατέρχεται γὰρ εἰς τὸν ᾅδην, καὶ μετὰ πάντων ἀνέρχεται. ∆ιὰ τοῦτο κράζω λέγων· Κύριε, μνήσθητί μου. Οὐχ ὡς δοῦλον παρακαλῶ, Μνήσθητί μου, ὅταν εὖ σοι γένηται, ἀλλὰ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ τί πρὸς αὐτὸν ὁ ∆εσπότης; Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Λεγέτωσαν οἱ ἀκριβεῖς λογοθέται τῆς ἀκαταλήπτου γεννήσεως, πῶς ἔλεγε τῷ λῃστῇ, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Πρῶτον τοῦτο ἑρμηνευσάτωσαν, καὶ τότε τὸν ἄῤῥητον αὐτοῦ τόκον, ὃν προφητικῶς βοᾷ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ; Ταύτην ἐπλάτυναν οἱ Πατέρες τὴν πίστιν, οὕτως ἐδόξασαν τὸν ἀπερίληπτον, πιστεύοντες, καὶ μὴ πολυπραγμονοῦντες.

Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἶπε, καὶ γέγονεν. Ἀλλ', ὦ φιλάνθρωπε ∆έσποτα, πάντες οἱ δίκαιοι ἔξω τοῦ παραδείσου ἑστήκασι, καὶ λῃστὴν εἰς παράδεισον εἰσάγεις; Ναὶ, λῃστὴν πρῶτον εἰσάγω εἰς τὸν παράδεισον, ἵνα πείσω τὸν κόσμον, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν. Αὐτῷ τῷ Χριστῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.