1

 2

2

τὰς ὕβρεις, εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε, τὰ τῶν Ἰουδαίων ὀνείδη παρεκρούσατο, ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν.

Τί οὖν πρὸς ταῦτα ὁ τῶν μισθῶν ἀποδότης, ὁ φιλότιμος ἐν ταῖς εὐεργεσίαις Χριστός; τοῦ λῃστοῦ τὸ μέλλον ζητήσαντος αὐτὸς ἀνυπέρθετον τὴν χάριν ἐπέδειξεν· ἐκείνου γὰρ εἰρηκότος· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», ὁ δεσπότης εὐθὺς ἀπεκρίνατο λέγων· «ἀμήν, λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παρα 341 δείσῳ.» ἀληθὴς ἡ λέγουσα γραφή· «ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι.» αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.