1

 2

 3

 4

 5

4

παλαιὰ παρασαλεύεις δίκαια, τοῦ Περσῶν ζυγοῦ θέλων Ἰουδαίους ἐξαγαγεῖν; Οὐ νέον τὸ πρᾶγμα· παρὰ Χαλδαίων αὐτοὺς καὶ Μήδων παρέλαβον. Ἡ δουλεία τῆς ἀσεβείας ἐπιτίμιον. Καὶ γὰρ αὐτοὶ θεοῖς ὀθνείοις ἐδούλευσαν τὸν εὐεργέτην θεὸν ἀθετήσαντες τὸν ποικίλαις πληγαῖς Αἰγυπτίους αἰκισάμενον, τὸν διὰ θαλάσσης πεζοὺς ὁδηγήσαντα, τὸν στύλῳ πυρὸς τὴν νύκτα φωτίσαντα, τὸν σκιᾷ νεφέλης τὴν ἡμέραν δροσίσαντα, τὸν ἀερίαις τροφαῖς ἑστιάσαντα, τὸν αὐτομάτοις κρουνοῖς ποτίσαντα. Καὶ τί γὰρ τῶν ἀτοπωτάτων οὐκ ἔδρασαν ξενηλατοῦντες, ἀθεμιτογαμοῦντες, πλεονεκτοῦντες, ὀρφανοὺς καὶ χήρας καὶ προσηλύτους ἁρπάζοντες, μοσχοποιοῦντες, τεκνοκτονοῦντες; Οὐχ Ἡσαΐαν ἔπρισαν; Οὐχ Ἱερε μίαν ἐβαράθρωσαν; Οὐ Ζαχαρίαν παρὰ τοῖς ἁγίοις θυσιαστηρίοις ἐσφαγίασαν; Οὐ τὸν προφήτην Οὐρίαν κατηκόντισαν; Οὐ τὸν Ναβουθαὶ διὰ τὸ κέρδος κατέλευσαν; Τὰ δεινὰ πάντα κατὰ ἀνθρώπων τολμήσαντες κατὰ τοῦ θεοῦ λοιπὸν τὰς χεῖρας φυλάττουσιν. Ἔασον αὐτοὺς τῇ δουλείᾳ δαμάζεσθαι, μή τι σπαταλῶντες δράσωσι χαλεπώτερον. Ἀντὶ θεοῦ δαιμονίοις ἐλάτρευσαν· ἀντὶ δαιμόνων βαρβάροις δουλεύσουσι καὶ τὴν μέλι καὶ γάλα ῥέουσαν γῆν καταλείψαντες τὰς ἀλλοτρίας χώρας ἐργάσονται ἀροτριῶντες ἑτέροις, θερίζοντες ἄλλοις καρπούς, τοῖς ἀλωφήτοις ἱδρῶσι τῶν ἐθνῶν τὰς γαστέρας πιαίνοντες, ὁρῶντες τέκνα οὐκ ἐκ περιτομῆς θηλυνόμενα· Ποιήσουσι γάρ, φησί, σπάδοντας ἐν τῷ οἴκῳ τῶν βασιλέων τῶν Βαβυλωνίων, ὁρῶντες τὰ γύναια πρὸς μὲν ἀνδρῶν ἀκρατῶν μολυνόμενα, πρὸς δὲ χαλεπῶν γυναικῶν δεσποζόμενα ὑδροφορεῖν, φρυγανίζεσθαι προσταττόμενα, τὰ θυγάτρια ταῖς ἠλακάταις καὶ τοῖς ἱστοῖς ἐκτρυχόμενα. Αἰγυπτίων ῥυσθέντες ἠγνωμόνησαν· μάθωσι σωφρονεῖν Πέρσαις δουλεύοντες· τὴν Ἐρυθρὰν θάλασσαν διεπέρασαν, τὸν Εὐφράτην αὖθις οὐ διαβήσονται πρὸς τὴν πατρῴαν ἑστίαν ἀναστρέφοντες· κἂν γάρ ποτε Πέρσας δραπετεύσωσι, οὐ λείψει ταῖς γνώμαις αὐτῶν δεσπότης βαρύτερος· τῆς πλινθουργίας ἀπαλλαγέντες, τῆς πανουργίας οὐκ ἐπελάθοντο.

7 Πρὸς ταῦτα ὁ Μιχαήλ· Οὐ παύσῃ τοῖς ἀδυνάτοις ἐπιχειρῶν; Τὸν Ἰσραὴλ προσδοκᾷς διαμεῖναι δουλεύοντα; Ἑβδομήκοντα χρόνους τὰ στυγνὰ περιγέγραπται. Ὡς πατὴρ ὁ θεὸς αὐτοὺς ἐπαίδευσεν· ἔπληξεν ἁμαρτάνοντας, ἐπιστρεφομένους οὐκ ἀποστρέφεται. Κἂν γὰρ αὐτοὶ συμφορῶν ὦσιν ἄξιοι, ἀλλ' οὖν ὁ θεὸς τῶν πρὸς Ἀβραὰμ ἐπαγγελιῶν οὐκ ἐπιλέλησται, τὰς πρὸς τὸν ∆αυὶδ συνθήκας οὐκ ἀθετεῖ· φυλάττει τοῦ γένους τὸ ζώπυρον, θάλπει τὸν σπινθῆρα τοῦ σπέρματος· οὐκ ἐλέγχει τῶν πνευματοφόρων τὰ στόματα. Παραγενέσθαι δεῖ τὸν προσδοκώμενον· πᾶσα φύσις κέχηνε διὰ τὴν Ἡσαΐου φωνὴν τὸ ξένον καραδοκοῦσα μυστήριον, ἰδεῖν ἀναμένει παρθένον ὠδίνουσαν· Ἰδοὺ γάρ, φησίν, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. Ἐκείνης τῷ βρέφει καὶ Πέρσαι προσκυνήσουσιν· αἱ νοεραὶ δυνάμεις γόνυ κάμψουσι, καθάπερ εἶπεν ὁ ∆αυίδ· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. Τί δεῖ πλείω λέγειν; Ὁ ἀρχιστράτηγος νικᾷ, φυγαδεύει τὸν ἀντίπαλον. Ἰουδαῖοι κατὰ τὸν ὡρισμένον χρόνον τῆς αἰχμαλωσίας ἀπηλλάγησαν, ὁ Ζοροβάβελ αὐτοὺς ἐπανήγαγεν ἀπόγονος ὢν τοῦ ∆αυίδ· τὴν Παλαιστίνην ἀπέλαβον, ἀνῳκοδόμησαν τὸν ναόν, τὰς θυσίας ἀνεκαίνισαν. Ὀκτὼ καὶ τεσσαράκοντα καὶ πεντακοσίων παραδραμόντων ἐνιαυτῶν τίκτει παρθένος ἀνύμφευτος· τίκτεται βασιλεὺς ἀδιάδοχος· αὐτῷ μάγοι προσεκύνησαν Περσῶν ὄντες οὐκ ἀλλότριοι. Ἄγγελοι τὸν τόκον ἐδόξασαν· ∆όξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Βαπτίζεται Χριστὸς <εἰς> τὴν ἡμετέραν ἀπολύτρωσιν· καὶ προσελθόντες ἄγγελοι διηκόνησαν. Ὑφίσταται πάθος θανάτου καταλύσιμον· καὶ πάλιν ἄγγελοι τὴν νεκρεγερσίαν μαρτύρονται τὸν ζῶντα μὴ ζητεῖν ἐν νεκροῖς ἀποτρέποντες. Ἀναλαμβάνεται πρὸς οὐρανούς· καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἄγγελοι πάλιν χρηματίζουσιν· Ἰδοὺ γάρ, φησίν, δύο ἄνδρες παρειστήκεισαν αὐτοῖς