ἀπονενοημένος, ἀσύμβουλος, καὶ καθάπερ εἶπον, φιλοκτίστης καὶ μεγαλόδωρος. ὁ αὐτὸς ἀνελθὼν ἐν τῷ ἱπποδρομίῳ, καὶ τῶν δήμων στασιαζόντων, ἐδήλωσε τοῖς μὲν βενέτοις ὅτι Ἰουστινιανὸς ὁ βασιλεὺς ἐτελεύτησε τοῖς δὲ πρασίνοις ὅτι ὑμῖν ὁ βασιλεὺς ζῇ· καὶ ἀκούσαντα τὰ μέρη ἡσύχασαν. Ὁ αὐτὸς κτίζει καὶ τὰ παλάτια Σοφιανῶν ἐξαίσια καὶ λαμπρὰ καὶ ὑπερθαύμαστα, ἐπ' ὀνόματι τῆς γυναικὸς αὐτοῦ Σοφίας, καὶ τὴν νῆσον τὴν Πρίγκιπον, ὃ ἦν προάστειον αὐτοῦ, κατασκευάσας καὶ ἐκεῖ παλάτιον. ἔκτισε δὲ καὶ τὸν λεγόμενον χρυσοτρίκλινον, τὸν ἐν τῷ παλατίῳ. ἐκ θεμελίων ὁ αὐτὸς ἔκτισε καὶ τὸν ναὸν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ 133 Παύλου ἐν τῷ ὀρφανοτροφείῳ. ἀλλὰ καὶ τὰς δύο ἁψῖδας τῶν Βλαχερνῶν ὁ αὐτὸς προσέθηκεν, ὡς εἶναι τὴν ἐκκλησίαν σταυρωτήν, καλλωπίσας τῇ τῶν κιόνων καὶ μαρμάρων ποικιλίᾳ. Ναρσῆς δὲ ὁ κουβικουλάριος ἠγαπᾶτο παρὰ τοῦ βασιλέως· διὸ καὶ ἐλοιδορεῖτο εἰς αὐτὸν ὑπὸ τῶν εἰωθότων ἴσως πάντα ὑπονοεῖν· ὃν καὶ ἀπέστειλεν εἰς Ἀλεξάνδρειαν κατὰ ἐχθρῶν πολεμίων, καὶ διεπράξατο πράξεις ἀρίστας. οὗτος ὁ Ναρσῆς ἔκτισε τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου, ἐν ᾧ καὶ λείψανα τῶν ἁγίων μαρτύρων Πρόβου Ταράχου καὶ Ἀνδρονίκου ἀπέθετο· ὅστις ναὸς τὰ Ναρσοῦ λέγεται. Οὗτος ὁ Ἰουστῖνος συνεχῶς ἐνοσηλεύετο· ὅθεν οἱ δυνάσται τὰ τῶν πτωχῶν ἥρπαζον καὶ οὐδενὸς ἐφείδοντο. καί ποτε τοῦ βασιλέως ἐπὶ πρόκενσον ἐξελθόντος ἐπεβόων ὅτι πλεῖστοι παρὰ τῶν δυνατῶν βλαπτόμενοι· τοῦ δὲ βασιλέως ἀγανακτήσαντος εἷς τίς τῶν ἐν τέλει παρρησιασάμενός φησι τῷ βασιλεῖ "προχειρισάτω με, δέσποτα, ἡ βασιλεία σου ἐνώπιον ἁπάντων ἔπαρχον, καὶ βεβαιῶ σε μέχρι λʹ ἡμερῶν μὴ εὑρίσκεσθαι τὸν ἀδικοῦντα ἢ ἀδικούμενον." καὶ εὐθέως προεχειρίσθη ἔπαρχος ὡς καὶ τοῦ βασιλέως ἀποδεξαμένου τοῦτον. τῇ δὲ ἕωθεν ἐπὶ τὸ τοῦ ἐπάρχου καθίσαντος βῆμα, καὶ γυναικὸς χήρας αὐτῷ προσελθούσης, καὶ φησάσης ὡς μάγιστρός τις καθήρπασεν αὐτῆς τὴν ἅπασαν οὐσίαν καὶ διὰ τοῦτο εἰς ἀπόριαν κατέστη, ἔφη ὁ ἔπαρχος ἀπελθεῖν αὐτὴν μετὰ 134 σφραγῖδος αὐτοῦ, καὶ εἰπεῖν τῷ μαγίστρῳ παραγενέσθαι πρὸς αὐτὸν δικαιολογηθησόμενον. ἀπελθοῦσα οὖν ἡ γυνὴ οὐκ ἠκούσθη, ἀλλὰ καὶ μᾶλλον ἐτύφθη. ὁ δὲ ἔπαρχος αὖθις ἕνα τῶν κουρσόρων ἀποστείλας ἐλθεῖν τὸν μάγιστρον ἠξίου· ἐκεῖνος δὲ παραλογισάμενος ἧκεν ἐν τῇ προελεύσει. τοῦ δὲ ἐπάρχου ἐν τῷ ἱππικῷ τοῦτον ἐκδεχομένου, κληθέντος αὐτοῦ εἰς ἑστίασιν παρὰ τοῦ βασιλέως, εἰσῆλθεν ὁ ἔπαρχος ἐν τῷ παλατίῳ, καὶ μηνυθεὶς ἐκελεύσθη εἰσελθεῖν τοῦ βασιλέως ἑστιωμένου. καὶ εἰσελθὼν ἔφη πρὸς τὸν βασιλέα "εἰ μὲν ἃ προσέταξάς μοι, ὦ βασιλεῦ, μὴ φείδεσθαι τῶν τοὺς πτωχοὺς ἀδικούντων, οἵτινες ἂν ὦσι, φυλάττεις, γνῶθί με τελειοῦντα τὴν ἐμὴν ὑπόσχεσιν· εἰ δὲ μεταμελόμενος φίλους μᾶλλον σεαυτῷ ποιεῖς καὶ συνεστιᾷς, γνῶθι κἀμὲ παραιτούμενον τὴν τοιαύτην δουλείαν." ὁ δὲ βασιλεύς φησι πρὸς αὐτὸν "εἰ ἐγώ εἰμι ὁ ἀδικῶν, ἐξανάστησόν με ἀπὸ τοῦ θρόνου· εἰ δὲ ἕτερός τις τῶν ἐμοὶ συνεστιωμένων, μὴ φείδου." ὁ δὲ αὐτίκα τὸν μάγιστρον βιαίως ἁρπάσας καὶ τῇ χαλκῇ καταβάς, καὶ ἀκούσας τῆς γυναικὸς καὶ τοῦ μαγίστρου, καὶ γνοὺς ὡς οὐ μικρῶς αὕτη ὑπ' αὐτοῦ ἠδικήθη, τύψας αὐτὸν καὶ τῆς κεφαλῆς αὐτοῦ τρίχας κείρας καὶ γυμνῷ ὄνῳ ἐπικαθίσας διὰ μέσης τῆς πόλεως αὐτὸν ἐθριάμβευσεν, τῇ δὲ γυναικὶ τὴν ἅπασαν αὐτοῦ περιουσίαν ἀπέδωκεν. ἐκ τούτου οὖν ἅπαντες ἐσωφρονίσθησαν. Οὗτος δὲ ὁ Ἰουστῖνος Τιβέριον τὸν κόμητα τῶν ἐξκου135 βιτόρων ἀπέστειλε κατὰ τῶν Οὔννων, ἐξελθόντων καὶ λεηλατούντων τὰ Θρᾳκῶα μέρη· εἶτα νόσῳ ληφθείς, καὶ Τιβέριον ἰδιοποιησάμενος διὰ τὰς ἀνδραγαθίας αὐτοῦ, Καίσαρα ἀνηγόρευσε. κτίζει δὲ καὶ τὰ παλάτια τὰ ἐν τῷ Ἰουλιανοῦ λιμένι, ἐπ' ὀνόματι τῆς γυναικὸς αὐτοῦ Σοφίας, ἀποκαθάρας τὸν λιμένα καὶ μέσον τοῦ λιμένος ἱδρύσας στήλας δύο, αὐτοῦ τε καὶ τῆς γυναικός, μετονομάσας τὸν λιμένα Σοφίας. Νόσῳ δὲ βαρηθεὶς προσεκαλέσατο τόν τε ἀρχιερέα καὶ τὴν σύγκλητον πᾶσαν, καὶ ἀγαγὼν τὸν τὸν Τιβέριον παρουσίᾳ πάντων προεβάλετο αὐτὸν βασιλέα, εἰπὼν τάδε "ὁ θεὸς ἀγαθόν