1
Historiae
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΙΣΤΟΡΙΩΝ Α ΠΡΟΟΙΜΙΟΝ
Καλὸν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια πόλεών τε ἀνοικισμοὶ καὶ ἀγλαΐσματα καὶ ἅπαντα ὁπόσα μεγάλα τε καὶ ἀξιά γαστα ἔργα. ταῦτα δὲ καὶ τὰ τοιάδε δόξαν μέν τινα καὶ ἡδονὴν τοῖς κτησαμένοις ἐπάγει, ἀποβιοῦσι δὲ αὐτοῖς καὶ ἐκεῖσε οἰχομένοις οὔτι μάλα ἐθέλουσιν ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρα τρέπει τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις· ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη. 2 οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον οὐδὲ τῷ μακρῷ συνεκτείνεσθαι πέφυκε χρόνῳ. καὶ οὐκ ἂν οἶμαι ἢ πατρίδος προκινδυνεύειν ἔνιοι ἔγνωσαν ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ σφόδρα μέγιστα δράσαιεν, συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται, μόνῳ τῷ βίῳ αὐτῶν ἐκμεμετρημένον, εἰ μή τις, ὡς ἔοικε, θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναρρωννῦσα τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας. 3 οὐ γὰρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ Ὀλυμπιονῖκαι καὶ Νεμεονῖκαι ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ' αὖ οἱ ἀγαθοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυ τίκα κερδαλέου ἐφιέμενοι ἐς προὖπτόν τε καὶ διαφανῆ κίνδυνον σφᾶς αὐτοὺς ἀφιᾶσιν· ἀλλὰ δόξης ἀμφότεροι ἕκατι βεβαίας τε καὶ ἀκηράτου, 4 ἣν οὐχ οἷόν τε ἄλλως καρπώσασθαι ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζού σης, οὐχ οἶα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ' ὡς ἀληθῶς τρόπῳ τινὶ θείῳ τε καὶ ἀθανάτῳ καὶ ᾧ μόνῳ δύναται τὰ θνητὰ ἐς ἀεὶ διαβιώσκειν. 4 ῥᾴδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἅπαντα διεξιέναι καὶ ἀπαριθμεῖσθαι, ὁπόσων ἀγαθῶν ἡ ἱστορία τὸν βίον ἐμπίπ λησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. 5 ἡ μὲν γὰρ οἶά τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος κελεύει καὶ διατάττει, ὁποίων τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὥσπερ τῷ πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικιλίᾳ τῶν παραδειγμάτων καὶ παριστῶσα τῷ λόγῳ, ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίᾳ χρη σάμενοι καὶ δικαιοσύνῃ, καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος, ἢ γνώμης τινὸς ἐναντίας ἢ τύχης ἡγησαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἀρετὰς εἰσοικίζουσα. τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει. 6 ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπῶν τε καὶ δια λογιζόμενος, ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιαίδε πραγματεῖαι διαπεπόνηνται, οὐ μὴν ἐγχειρητέα γ' ἐμοὶ τῷδε τῷ πόνῳ ἐδόκει οὐδὲ τὴν ἀρχὴν ἀποπειρα τέα. 7 ἐτύγχανον γὰρ μᾶλλον δή τι ἐκ παίδων τῷ ἡρώῳ ῥυθμῷ ἀνειμένος, καί με ἤρεσκε τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ τοίνυν πεποίηταί μοι ἐν ἑξαμέτροις βραχέα ἄττα ποιήματα, ἃ δὴ ∆αφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρωτικοῖς καὶ τῶν τοιούτων ἀνάπλεα γοητευμάτων. 8 ἔδοξε δέ μοι πρότερον κἀκεῖνο ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι, εἴ γε τῶν ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι καὶ χύδην οὑτωσὶ παρ' ἐνίοις ὑποψιθυ ριζόμενα, ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸ καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμῳ ἀποκεκριμένα. καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολ λὰ ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ