Tractatus de placitis Manichaeorum
1 Ἡ Χριστιανῶν φιλοσοφία ἁπλῆ καλεῖται. αὕτη δὲ ἐπὶ τὴν τοῦ ἤθους κατασκευὴν τὴν πλείστην ἐπι μέλειαν ποιεῖται αἰνιττομένη περὶ τῶν ἀκριβεστέρων λόγων περὶ θεοῦ· ὧν τὸ κεφάλαιον τῆς περὶ ταῦτα σπουδῆς εἰκότως ἂν ἅπαντες ἀποδέξαιντο, ἔνθα τὸ ποιητικὸν αἴτιον τιμιώτατον τίθενται καὶ πρεσβύτατον καὶ πάντων αἴτιον τῶν ὄντων. ἐπεὶ καὶ τοῖς ἠθικοῖς τὰ ἐργωδέστερα παραλείποντες, οἷον τίς τε ἡ ἠθικὴ ἀρετὴ καὶ λογική, καὶ ὅσα λέγεται περὶ ἠθῶν καὶ παθῶν, περὶ τὸν ὑποθετικὸν διατρίβουσι τόπον, στοι χεῖα μὲν πρὸς ἑκάστης ἀρετῆς ἀνάληψιν οὐκ ἀποδι δόντες, παραγγέλματα δὲ παχύτερα ὡς ἐτύγχανεν ἐπι σωρεύοντες, ὧν ὁ πολὺς δῆμος ἀκούων ὡς ἐκ τῆς πείρας ἔστι μαθεῖν σφόδρα ἐπιδίδωσιν εἰς ἐπιεί κειαν, καὶ τῆς εὐσεβείας χαρακτὴρ ἐνιζάνει αὐτῶν τοῖς ἤθεσιν ἀναζωπυρῶν τὸ ἐκ τῆς τοιαύτης συνηθείας συνειλημμένον ἦθος καὶ κατ' ὀλίγον εἰς τὴν τοῦ καλοῦ αὐτοὺς ὄρεξιν ὁδηγῶν. Εἰς πλεῖστα δὲ ταύτης ὑπὸ τῶν ἐπιγενομένων μερι σθείσης ζητήσεις συνέστησαν πλείονες καθάπερ ἐν τοῖς ἐριστικοῖς, ἀφ' ὧν ἐντρεχεστέρους μὲν ἄλλους ἑτέρων μᾶλλον καὶ ζητητικωτέρους, ὡς ἄν τις εἴποι, γεγονέναι συμβέβηκεν, καί τινες ἤδη καὶ αἱρέσεων προὔστησαν· ἀφ' ὧν ἡ κατὰ τὸ ἦθος ἄδηλος κατασκευὴ ἐμαραίνετο τῆς μὲν κατὰ τὸν λόγον ἀκριβείας οὐκ ἐφικνουμένων τούτων ὅσοι τῶν αἱρέσεων ἡγεῖσθαι ἠξίουν, τοῦ δὲ πολλοῦ πλήθους στασιαστικώτερον πρὸς αὑτὸ διατεθέν τος, κανόνος δὲ οὐδενὸς ὑπόντος οὐδὲ νόμων ἀφ' ὧν τῶν ζητήσεων πορίσασθαι λύσιν. καθάπερ δὲ ἐν τοῖς ἄλλοις ἡ φιλοτιμία εἰς ὑπερβολὰς ἐκπίπτουσα οὐκ ἔστιν ὅ τι οὐ λυμαίνεται, 2 οὕτω δὲ καὶ ἐπὶ τούτων τῇ καινότητι τῶν δοξῶν ἑκάτερος τὸν πρὸ αὐτοῦ ὑπερ βάλλεσθαι σπουδάζων εἰς ἀνήνυτον πρᾶγμα τὴν ἁπλῆν ταύτην ἐμβεβλήκασιν φιλοσοφίαν· ὥσπερ ὁ λεγόμενος Μανιχαῖος, ὃς Πέρσης μέν τίς ἐστιν τὸ γένος, κατά γε τὴν ἐμὴν δόξαν πάντας ὑπερβαλὼν τῷ θαυμάσια λέγειν· καὶ οὐ πάλαι μὲν ἐπεπόλασεν ἡ τούτου καινο τομία πρῶτός γέ τις Πάπος τοὔνομα πρὸς ἡμᾶς ἐγένετο τῆς τοῦ ἀνδρὸς δόξης ἐξηγητὴς καὶ μετὰ τοῦ τον Θωμᾶς καί τινες ἕτεροι μετ' αὐτούς , αὐτὸς δὲ ἐπὶ Οὐαλεριανοῦ μὲν γεγονέναι λέγεται, συστρατεῦσαι Σαπώρῳ τῷ Πέρσῃ, προσκρούσας δέ τι τούτῳ ἀπο λωλέναι. Τοιάδε οὖν τις φήμη τῆς ἐκείνου δόξης ἀπὸ τῶν γνωρίμων τοῦ ἀνδρὸς ἀφίκετο πρὸς ἡμᾶς. ἀρχὰς ἐτί θετο θεὸν καὶ ὕλην, εἶναι δὲ τὸν μὲν θεὸν ἀγαθόν, τὴν δὲ ὕλην κακόν· ἀγαθῷ δὲ πλείονι τὸν θεὸν ὑπερ βάλλειν ἢ κακῷ τὴν ὕλην. τὴν δὲ ὕλην λέγει οὐχ ἣν Πλάτων, τὴν πάντα γινομένην ὅταν λάβῃ ποιότητα καὶ σχῆμα διὸ πανδεχῆ καὶ μητέρα καὶ τιθήν<ην> καλεῖ καὶ Ἀριστοτέλης, τὸ στοιχεῖον περὶ ὃ τὸ εἶδος καὶ ἡ στέρησις, ἀλλ' ἕτερόν τι παρὰ ταῦτα· τὴν γὰρ ἐν ἑκάστῳ τῶν ὄντων ἄτακτον κίνησιν, ταύτην ὕλην καλεῖ. συντετάχθαι δὲ τῷ θεῷ δυνάμεις ἑτέρας οἷον ὑπηρέτι δας, ἀγαθὰς πάσας, καὶ ἄλλας τῇ ὕλῃ ὁμοίως, πάσας κακάς. τὸ δὲ λαμπρὸν καὶ τὸ φῶς καὶ τὸ ἄνω, πάντα ταῦτα σὺν τῷ θεῷ εἶναι, τὸ ἀμυδρὸν δὲ καὶ τὸ σκότος καὶ τὸ κάτω σὺν τῇ ὕλῃ. εἶναι δὲ καὶ τῷ θεῷ ὀρέξεις, ἀλλὰ καὶ ταύτας ἀγαθάς, καὶ τῇ ὕλῃ ὁμοίως, ἀλλὰ πάσας κακάς.
3 εἰς ἐπιθυμίαν οὖν ποτε τὴν ὕλην ἐλθεῖν εἰς τὸν ἄνω ἀφικέσθαι τόπον, ἀφικομένην δὲ θαυμάσαι τό τε λαμπρὸν καὶ τὸ φῶς ὅσον ἦν παρὰ τῷ θεῷ, καὶ δὴ θέλειν τὴν ἀρχὴν ταύτην κατασχεῖν τὸν θεὸν παρωσαμένην. τὸν δὲ καὶ βεβουλῆσθαι μὲν ταύτην τιμωρήσασθαι, ἀπορεῖν δὲ κακοῦ ᾧ δὴ καὶ τιμωρήσηται· μὴ γὰρ εἶναι κακὸν ἐν θεοῦ οἴκῳ. πέμψαι οὖν τινα δύναμιν, τὴν ὑφ' ἡμῶν καλουμένην ψυχήν,
1