Inventio crucis
ΑΛΕΞΑΝ∆ΡΟΥ ΜΟΝΑΧΟΥ, ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΕΥΡΕΣΙΝ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.
Τὴν κέλευσιν τῆς ὑμετέρας πατρικῆς ὁσιότητος δεξάμενος, λίαν ἰλιγγίασα. Ἐκελεύσατε γὰρ τῇ ἐμῇ οὐδενείᾳ, ἱστορικόν τινα λόγον ποιήσασθαι περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ ξύλου, τοῦ πανσέπτου καὶ σεβασμίου σταυροῦ, ἐν ᾧ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τανυσθεὶς ἑκουσίως, κατέλυσε μὲν τοῦ διαβόλου τὴν δύναμιν, καὶ θανάτου τὴν τυραννίδα, σωτηρίαν δὲ ἀκατάληπτον τοῖς εἰς αὐτὸν πιστεύου σιν ἐδωρήσατο. Τοῦτο τὸ ἐπίταγμα, σφόδρα τυγχά νον ὑπὲρ τὴν ἐμὴν δύναμιν, δεξάμενος, ἐγχείρησιν ἐδειλίασα· ἑτέρων γὰρ ἢ καθ' ἡμᾶς τό γε ὑπάρχει τὸ πόνημα· οὐδὲν γὰρ τῆς ἐγκυκλίου παιδεύσεως ἐν μυήσει γεγόναμεν, καὶ τὴν ἐξ ἀσκήσεως γυμνασίαν κεκτήμεθα, ἀλλ' ὡς ἀληθῶς ἰδιῶται τυγχάνομεν, οὐ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει διὰ, τὴν ἐν ἡμῖν παθῶν χρονίαν ἐπικράτειαν. Ἐπεὶ δὲ οὐχ οἷος τὸν τῆς παρακοῆς ὑφορώμε νος κίνδυνον, πόθῳ τῆς ὑπακοῆς τὸ κελευσθὲν πειρά σομαι πέρατι παραδοῦναι, τὸ πᾶν εἰς τὸν Θεὸν καὶ εἰς τὰς ὑμετέρας εὐχὰς ἀπωθήσαντες. Ἐροῦμεν δὲ ἴδιον οὐδὲν (χθιζοὶ γάρ ἐσμεν, κατὰ τὸ λόγιον, καὶ οὐκ οἴδαμεν)· ὅσα δὲ ἐξ ἀρχαίων ἱστοριῶν ἰσχύ σαμεν εὑρεῖν (πολλοὶ γὰρ ἕτεροι περὶ τούτου πεπο νήκασιν, οἱ μὲν εὖ καὶ καλῶς, οἱ δὲ καὶ ἑτέρως), καὶ ὅσα ἐκ τῆς ἀνέκαθεν εἰλήφαμεν παραδόσεως, ταῦτα ὑμῖν, σὺν Θεῷ φάναι, ἐσπούδασα πανταχοῦ τῆς 4017 ἀληθείας φροντίσας.Ὑμεῖς δὲ τὰ λείποντα ἐπιδιορθώσατε, καὶ προσεύξασθε ὑπὲρ ἡμῶν, ἁγιώτατοι. Ἀρχὴν δὲ τοῦ λόγου ποιησόμεθα τὸν πάσης ἀρχῆς κατάρχοντα. Ὁ μονογενὴς, Υἱὸς τοῦ Θεοῦ, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ ἐκ ζῶντος τοῦ Πατρὸς ζωοποιὸς Λόγος ὁ ἐν ἀρχῇ ὢν, πρὸς τὸν ἀεὶ ὄντα Θεὸν, ὁ ὢν «ἀπαύ γασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως» τοῦ ἀϊδίου Πατρὸς ἐκ τῆς ἀνάρχου ἀρχῆς, ἡ ἀνέκλειπτος ἀρχὴ, ἡ ἐκ τῆς ἀεννάου ζωῆς ζωὴ ἀτελεύτητος, ἡ ἐκ τῆς ζωοποιοῦ πηγῆς πηγὴ ἀθανασίας, ἡ ἀπηκριβωμένη καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου Θεοῦ, τὸ ἐκμα γεῖον τοῦ φύσαντος Πατρὸς, τὸ ἐξ ἀκαταλήπτου φωτὸς φῶς ἀνεκλάλητον, τὸ ζωοπάροχον νᾶμα τῆς ζωοτόκου πηγῆς, ὁ ὁμοούσιος καὶ ὁμόθρονος, καὶ ὁμοδύναμος, καὶ ὁμάγαθος τῷ γεννήσαντι Πατρὶ, ὁ πάντα ἔχων ὅσα ἔχει ὁ Πατὴρ πλὴν τῆς ἀγεννησίας, ὁ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι (τῷ ἐκ Πατρὸς ἀεὶ ἐκπορευο μένῳ) καὶ δι' ἑαυτοῦ τὰ πάντα, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών. Οὐδὲν γὰρ ἦν, εἰ μὴ ἡ ἁγία Τριὰς ἡ ὁμοούσιος, ἐν ταῖς ἰδίαις ἀεὶ ὑπάρχουσα ἰδιό τησιν ἤτοι ὑποστάσεσιν, ἤγουν προσώποις, ἡ ἄκτι στος φύσις, ἡ ἀνέκλειπτος θεότης, τὸ δεσποτικὸν ἀξίωμα, τὸ διηνεκὲς ἀγαλλίαμα, ἡ ἁπλῆ καὶ ἀσύνθε τος καὶ ἀσχημάτιστος οὐσία, ἡ ἀεὶ καὶ ὡσαύτως ἔχουσα, μηδὲ ἀρξαμένη, μηδὲ παυσομένη. Οὗτος τοίνυν ὁ ζῶν καὶ ἐνεργὴς καὶ παντοδύναμος τοῦ Θεοῦ Λόγος, βουλήσει τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος πᾶσαν τὴν κτίσιν τὴν ὁρατὴν καὶ τὴν ἀόρατον ἐν τῷ δέοντι καιρῷ εἰς τὸ εἶναι ἐξ οὐκ ὄντων παρήγαγεν, ἐπιστάμενος μέντοι κατὰ θεϊ κὴν πρόγνωσιν, τὸ, πότε, καὶ ποῦ, καὶ πῶς, καὶ πόσα χρὴ γενέσθαι τὰ ὄντα. Ἄπειροι γὰρ αἰῶνες, ἵν' οὕτως 4020 εἴπω, διῆλθον, ἐν οἷς οὐδὲν ἦν, εἰ μὴ μόνος ὁ Θεὸς, ὁ ἐν Τριάδι δοξολογούμενος· ἓν γὰρ τὰ τρία ἐν οἷς ἡ Θεότης· οὐδὲ γὰρ διὰ χρείαν ἰδίαν παρήγαγε τὰ ὄντα· ἀνενδεὲς γὰρ τὸ Θεῖον· ἀλλ' ἐξ ἀμέτρου ἀγαθό τητος, ὡς εἶναι πλείονας τοὺς μετέχοντας τῆς αὐτοῦ χάριτος. Παραγαγὼν τοίνυν καὶ κατακοσμήσας τὰ πάντα τῷ πρέποντι κόσμῳ, ὕστερον πάντων δημιουρ γεῖ τὸν ἄνθρωπον, ἐκ τῆς γῆς ἤδη προϋποστάσης διαπλάσας τὸ
1