In natalitia domini

 Λέγῃς ἂν ἡμῖν, ὦ μακάριε, πῶς ὁ ἀσχημάτιστος σχηματίζεται, ὁ ἀκίνητος ἀπὸ τῶν οὐρανίων θρόνων ἐπὶ τῆς γῆς πάλιν ἀντιμεθίσταται; Εἴπῃ δ' ἂν πρὸς αὐτοὺς

 δημιουργὸν πρωτότοκον κεκτημένη! Ὦ ἀνθρωπότης, ἡ τὸν ἀΐδιον τοῦ θεοῦ λόγον σωματικῶς οὐσιώσασα καὶ τῶν ἐπουρανίων καὶ νοερῶν δυναμέων ἐν τούτῳ τῷ μέρε

In natalitia domini

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τὰ γενέθλια τοῦ μεγάλου θεοῦ καὶ

σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁ μὲν πνευματικὸς οὗτος καὶ λαμπρὸς λειμών, ὁ τῷ τῶν οὐρανίων ἀνθῶν κάλλει πεποικιλμένος καὶ ταῖς ἀποστολικαῖς καὶ ἀχράντοις εὐωδιάζων ἀποφοραῖς, τύπον ἔχειν τοῦ θείου παρα δείσου μοι φαίνεται. Ὃν γὰρ τρόπον ὁ αἰσθητὸς ἐκεῖνος καὶ ἀκήρατος χῶρος δένδρεσιν ἀφθάρτοις καὶ καρποῖς ἀθανάτοις καὶ μυρίοις ἄλλοις ὑπερλάμπροις φαιδρύνεται κάλλεσιν, οὕτω δὴ καὶ οὗτος ὁ θεοειδέστατος τῆς ἱεροπρεπεστάτης ἐκκλησίας θίασος νοητοῖς καὶ ἀρρήτοις καταλαμπρύνεται μυστηρίοις, ὧν κρηπὶς ἡμῖν ἀρραγὴς καὶ θεμέλιος ἀστεμφὴς καὶ ἀρχὴ σωτήριος καὶ κορυφὴ πανσεβάσμιος ἡ σήμερον τῶν ἁγίων Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν γενεθλίων ἐστὶν ἑορτή· δι' ἣν καὶ τὰ παλαιὰ πεπροφήτευται τυπικῶς καὶ τὰ νέα διαρρήδην εἰς πᾶσαν τὴν οἰκουμένην κεκήρυκται, δι' ἣν οὐρανὸς ἠνέῳκται καὶ γῆ εἰς θεῖον ὕψος <με>μετεώρισται, δι' ἣν παράδεισος ἀνθρώποις ἀποδέδοται καὶ θανάτου κράτος κατήργηται, δι' ἣν φθορᾶς δύναμις πεπάτηται καὶ διαβόλου σέβας ὀλέθριον πέπαυται, δι' ἣν ἀνθρώπινα πάθη τεθανάτωται, ἀγγελικῆς δεσποτείας βίος ἀνακεκαίνισται, δι' ἣν πλάνη δαιμόνων δεδίωκται, θεοῦ σοφία καὶ πάναγνος παρουσία μεμήνυται. Οὐκ ἄγγελος γάρ, φησίν, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ κύριος ἥξει καὶ σώσει αὐτούς. Ὦ θείων εὐαγγελίων πλοῦτος ἀμύθητος! Ὦ πανσόφων μυστηρίων γνῶσις ἀνεκδιήγητος! Ὦ θείων καὶ ἀφράστων δωρεῶν θησαυρὸς ἀνεξάλειπτος! Ὦ προνοητικῆς φιλανθρωπίας χάρις ἀναρίθμητος! Αὐτὸς γάρ, φησίν, ὁ κύριος ἥξει καὶ σώσει ἡμᾶς. Ἥξειν πρὸς ἡμᾶς τίνα τρόπον, ὦ θεῖε προφῆτα, κηρύττεις τὸν κύριον; Παρρησιάσομαι γὰρ ἐν τούτῳ τῷ μέρει πρός σε τὸ τῶν παλαιῶν ἀνδρῶν πρόσωπον ἀνα δεδεγμένος, τῶν ταῦτα εἰς τὴν πανύμνητον μὴ ἑορτασάντων πανήγυριν, μήτε δὲ τοῦ καινοῦ καὶ πανάγνου τοκετοῦ τῆς ἀχράν του παρθένου πεπειραμένων, μήτε μὴν τὸν οὐράνιον θεασαμένων κήρυκα, φημὶ δὴ τὸν θεοειδέστατον ἀστέρα, μήτε τὰ τῶν ἁγίων ἀγγέλων ἑωρακότων σκιρτήματα, μήτε τὰς θείας ἀκηκοότων φωνὰς ἃς πρὸς τοὺς ἱερεῖς ποιμένας ἀνευφημοῦντες τὸν γεγεν νημένον σωτῆρα γεγηθότες ἀπήγγελλον, μήτε μὴν τῶν μάγων τὰ δῶρα συνιέντων καὶ τὴν προσκύνησιν τὴν θεϊκήν· ἐκείνων ἀναδε ξάμενος τὸ πρόσωπον ἐρωτήσαιμί σε τὸν τρόπον τῆς παρουσίας. Κατέπληττεν γὰρ αὐτοὺς εἰκότως λίαν τὸ λόγιον καὶ μικροῦ δεῖν τῷ πλήθει τοῦ δέους ἐξίστασθαι παρεσκεύαζεν τῶν φρενῶν. Οὐ γὰρ εἶχον νοεῖν ὅτι ὁ ἀθάνατος θεὸς πρὸς ἀνθρώπους γεωδεστά τους ἥξει καὶ ὁ ἀψηλάφητος πρὸς τοὺς αἰσθήτους, ὁ ἀθεώρητος πρὸς τοὺς ὁρατούς. Πῶς γὰρ ἂν καὶ ἥξειν τὸν θεὸν ᾠήθησαν, καὶ πῶς ὁραθήσεται; Ἐνίοις μὲν ἐδόκει πρότερον ὡς ὤφθη τῷ Ἀβραὰμ δι' ἀγγέλων, ἢ δ' αὖ πάλιν ὡς ὤφθη τῷ Μωϋσῇ διὰ πυρὸς ἐν τῇ βάτῳ, ἢ καθ' ὃν τρόπον ὤφθη τῷ Ἠσαΐᾳ διὰ τῶν σεραφίμ, ἢ τῷ Ἰεζεκιὴλ διὰ τῶν χερουβίμ. Οὕτω γὰρ πάντες θεὸν ἑωρακέναι διαμφοτέροις τρόποις μεμαρτυρήκασιν. Ποῖος τοίνυν τούτων τῶν τρόπων εἰς θεωρίαν θεοῦ ἐστιν ἄξιος; ∆ῆλον ὅτι οὐδὲ εἷς. Πόθεν δὲ μάλιστα τοῦτο πιστούμεθα; Ἐκ τῆς ἑτέρας τοῦ προφήτου φωνῆς λεγούσης· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὀπτασίας μὲν γὰρ ἐκεῖνα καὶ οὐ συναναστροφῆς ὑπῆρχε τεκμήρια, ταῦτα συναναστροφῆς καὶ οὐκ ὀπτασίας τυγχάνει κηρύγματα. Πῶς οὖν φησιν· Αὐτὸς ὁ κύριος ἥξει καὶ σώσει ἡμᾶς;

1