1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

Vita Symeonis Stylitae

ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΣΥΜΕΩΝ ΤΟΥ ΣΤΥΛΙΤΟΥ

1 Ξένον καὶ παράδοξον μυστήριον γέγονεν ἐν ταῖς ἡμέραις ἡμῶν. ἔδοξεν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἐλαχίστῳ Ἀντονίῳ γράψαι εἰς ὃ καταλαμβάνω. ὠφελείας γὰρ καὶ κατανύξεως πε πλήρωται τὸ σύνταγμα. ὅθεν παρακαλῶ κλίνατε τὸ οὖς ὑμῶν καὶ ἀκούσατε εἰς ἅπερ καταλαμβάνω.

2 Ὁ ἐν ἁγίοις καὶ μακαριώτατος Συμεὼν νήπιος ὢν τῇ ἡλικίᾳ ἐποίμαινεν τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ καθ' ὃν τρόπον καὶ ὁ προφήτης ∆αβίδ· κατὰ δὲ ἁγίαν κυριακὴν εἰσῄει ἐν τῇ ἐκκλησίᾳ πρὸς τὰ λόγια τοῦ θεοῦ καὶ ἡδέως ἐπηκροᾶτο τῶν ἁγίων γραφῶν μὴ γινώσκων τὸ τί ἤκουεν. εἰς ἡλικίαν δὲ προβαίνων καὶ νυττόμενος ὑπὸ τοῦ λόγου τοῦ θεοῦ ἀπέρχεται ἐν μιᾷ τῶν ἡμερῶν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ ἀκούων τοῦ ἀποστόλου ἀναγινωσκομένου ἐρωτᾷ τινα γέροντα· Εἰπέ μοι, πάτερ, τί ἐστιν ὃ ἀναγινώσκει. λέγει αὐτῷ ὁ πρεσβύτης· Περὶ ἐγκρατείας ψυχῆς. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Τί ἐστιν ἐγκράτεια ψυχῆς; λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, τί με ἐρωτᾷς; ὁρῶ γάρ σε τῇ ἡλικίᾳ νέον, τὸ δὲ φρόνημα γηράλαιον κεκτη μένον. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Οὐκ ἐκπειράζω σε, πάτερ· ἀλλὰ ξενίζομαι εἰς τὸ τῆς λέξεως ὄνομα. λέγει αὐτῷ ὁ πρε σβύτης· Ἐγκράτεια σωτηρία ἐστὶν ψυχῆς ὁδηγοῦσα εἰς φῶς εἰσάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· ∆ίδαξόν με, τίμιε πάτερ, ἃ λέγεις, διότι ἰδιώτης εἰμί.

3 Λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, ἐάν τις νηστεύῃ τῷ θεῷ ἀδιαλείπτως καὶ τὰς εὐχὰς πάσας μετὰ ἐπιεικείας ἀποδί δωσιν αὐτῷ, τοῦτ' ἔστιν τρίτην ὥραν εὐχὴν μίαν, ὁμοίως, καὶ ἕκτην, ἐννάτην καὶ δωδεκάτην καὶ τούτων τὰ ἀκόλουθα· καθὼς καὶ ἐν τοῖς μοναστηρίοις ἐπιτελοῦνται. εἰ οὖν οἶδας, τέκνον, τί ἤκουσας, λόγισαι ταῦτα ἐν τῇ καρδίᾳ σου· δεῖ γάρ σε καὶ πεινάσαι καὶ διψῆσαι καὶ ὑβρισθῆναι καὶ κολαφισθῆναι καὶ ὀνειδισθῆναι, ἀναστενάξαι καὶ κλαῦσαι καὶ θλιβῆναι καὶ ἀνομαλῆσαι, ὑγιᾶναι καὶ ἐπιθυμῆσαι ἀποτάξασθαι καὶ ταπει νωθῆναι καὶ πολλὰ παθεῖν παρὰ ἀνθρώποις, καὶ οὕτως παρα κληθῆναι παρὰ ἀγγέλων· ἰδὲ ἤκουσας ταῦτα πάντα, ὁ κύριος τῆς δόξης δῴη σοι νοῦν ἀγαθὸν πρὸς τὴν αὐτοῦ θέλησιν.

4 Καὶ ταῦτα ἀκούσας ὁ ἅγιος Συμεὼν ἐξῆλθεν τῆς ἐκ κλησίας καὶ ἀπέρχεται εἰς ἔρημον τόπον καὶ τίθησιν ἑαυτὸν ἐπὶ πρόσωπον ἡμέρας ἑπτὰ κλαίων καὶ εὐχόμενος τῷ θεῷ μήτε βρώσεως μήτε πόσεως μεταλαμβάνων. καὶ μετὰ τὰς ἑπτὰ ἡμέρας ἀναστὰς δρομαίως ἔρχεται εἰς μοναστήριον. καὶ πίπτει εἰς τοὺς πόδας τοῦ ἀρχιμανδρίτου κράζων καὶ λέγων· Ἐλέησόν με, πάτερ, ταπεινὸν καὶ ταλείπωρον ἄνθρωπον καὶ σῶσον ψυχὴν ἀπολλυμένην καὶ ἐπιποθοῦσαν δουλεύειν τῷ θεῷ. λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Τίς εἶ καὶ πόθεν; καὶ τί τὸ ὄνομά σου; καὶ πόθεν ἐλήλυθας; λέγει ὁ μακάριος Συ μεών· Τῷ μὲν γένει ἐλεύθερος, τὸ δὲ ὄνομα Συμεών, τὸ δὲ πῶς ἐλήλυθα ἐνταῦθα ἢ ποίων γονέων ὑπάρχω μή με ἐρώτα, δέσποτα, δέομαί σου, ἀλλὰ ἐξαγόρασον σεαυτῷ μίαν ψυχὴν ἀπολλυμένην. ταῦτα ἀκούσας ὁ ἀρχιμανδρίτης ἤγειρεν αὐτὸν ἐκ τοῦ ἐδάφους καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Εἰ ἀπὸ θεοῦ εἶ, ὁ κύριός σε φυλάξει ἀπὸ παντὸς πονηροῦ καὶ δολίου πράγματος καὶ ἔσῃ πᾶσιν ποιῶν τὴν ὑπηρεσίαν, ἵνα παρὰ πάντων ἀγαπηθῇς.

5 Οἱ δὲ γονεῖς αὐτοῦ οὐκ ἐπαύοντο κλαίοντες καὶ ζητοῦν τες αὐτόν· ὁ δὲ ἅγιος διῆγεν ἐν τῷ μοναστηρίῳ δουλεύων τοῖς πᾶσι καὶ ἀγαπώμενος ὑπὸ πάντων καὶ πληρῶν τὸν κανόνα τοῦ μοναστηρίου. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐξελθὼν τοῦ μο ναστηρίου εὑρίσκει ἐπάνω τοῦ φρέατος σίτλαν, ὅθεν τὸ ὕδωρ ἤντλουν, ἔχουσαν