1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

1

De decretis Nicaenae synodi

Τοῦ ἁγίου Ἀθανασίου· ὅτι ἡ ἐν Νικαίᾳ σύνοδος ἑωρακυῖα τὴν πανουργίαν τῶν περὶ Εὐσέβιον ἐξέθετο πρεπόντως καὶ εὐσεβῶς κατὰ

τῆς ἀρειανῆς αἱρέσεως τὰ ὁρισθέντα.

1.1 Καλῶς ἐποίησας δηλώσας μοι τὴν γενομένην παρὰ σοῦ ζήτησιν πρὸς τοὺς τὰ Ἀρείου πρεσβεύοντας, ἐν οἷς ἦσαν καὶ τῶν Εὐσεβίου τινὲς ἑταίρων καὶ πλεῖστοι δὲ τῶν τὰ τῆς ἐκκλησίας φρονούντων ἀδελφῶν. τὴν μὲν οὖν σὴν φιλόχριστον νῆψιν ἀπε δεξάμην καλῶς διελέγξασαν τὴν τῆς αἱρέσεως ἀσέβειαν, τὴν δ' ἐκείνων ἀναισχυντίαν τεθαύμακα, ὅτι καίτοι τῶν Ἀρειανῶν λογισμῶν δειχθέντων σαθρῶν τε καὶ ματαίων, ἀλλὰ καὶ παρὰ πάντων αὐτοὶ καταγνωσθέντες ἐπὶ πάσῃ κακοφροσύνῃ, ὅμως καὶ μετὰ ταῦτα διεγόγγυζον κατὰ τοὺς Ἰουδαίους λέγοντες· διατί οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἔγραψαν 1.2 ἀγράφους λέξεις τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον; σὺ μὲν οὖν ὡς λόγιος ἀνὴρ καὶ οὕτως αὐτοὺς σχηματιζομένους οὐδὲν ἧττον ἀπέδειξας κενολογοῦντας. ἐκεῖνοι δὲ οὐδὲν ξένον τῆς ἑαυτῶν κακονοίας πράττουσι πλαττόμενοι προφάσεις. εἰσὶ γὰρ ποικίλοι καὶ παλίμβολοι τὰς γνώμας ὡς οἱ χαμαιλέοντες ἐν τοῖς χρώμασι, καὶ ἐλεγχόμενοι μὲν ἐρυθριῶσιν, ἀνακρινόμενοι δὲ ἀποροῦσι καὶ λοιπὸν ἀναιδευόμενοι προφασίζονται. ἂν δέ τις αὐτοὺς καὶ ἐν τούτοις διελέγξῃ, κάμνουσιν ἕως ἂν ἐπινοήσωσι τὰ μὴ ὄντα καὶ 1.3 κατὰ τὸ γεγραμμένον λογίσωνται μάταια, ἵνα μόνον διαμείνωσιν ἀσεβοῦντες. τὸ δὲ τοιοῦτον ἐπιχείρημα οὐδὲν ἕτερόν ἐστιν ἢ γνώρισμα μὲν ἄντικρυς τῆς ἀλογίας αὐτῶν, μίμησις δὲ καθὰ προεῖπον τῆς ἰουδαικῆς κακοηθείας. καὶ γὰρ ἐλεγχόμενοι κἀκεῖνοι παρὰ τῆς ἀληθείας καὶ μὴ δυνάμενοι πρὸς αὐτὴν ἀντιβλέπειν ἐπροφασίζοντο λέγοντες· «τί ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;» καίτοι σημείων τοσού των γενομένων, ὥστε λέγειν καὶ αὐτούς· «τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;» νεκροὶ γὰρ ἠγείροντο, χωλοὶ περιεπάτουν, τυφλοὶ ἀνέβλεπον, λεπροὶ ἐκαθαρί ζοντο, καὶ τὸ ὕδωρ οἶνος ἐγίνετο, καὶ ἀπὸ πέντε ἄρτων ἐκορέσθησαν πεντακισχίλιοι. 1.4 καὶ οἱ μὲν πάντες ἐθαύμαζον καὶ προσεκύνουν τὸν κύριον, ὁμολογοῦντες ἐν αὐτῷ πλη ροῦσθαι τὰς προφητείας καὶ αὐτὸν εἶναι θεὸν τοῦ θεοῦ τὸν υἱόν· μόνοι δὲ οἱ Φαρισαῖοι, εἰ καὶ λαμπρότερα ἡλίου φαινόμενα ἦν τὰ σημεῖα, ὅμως πάλιν ἐγόγγυζον ὡς ἀμαθεῖς καὶ ἔλεγον· «διατί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν;» ἄφρονες καὶ τῷ ὄντι τυφλοὶ τὴν 1.5 διάνοιαν. δέον τὸ ἔμπαλιν αὐτοὺς λέγειν· διατί σὺ θεὸς ὢν ἄνθρωπος γέγονας; τὰ γὰρ ἔργα θεὸν αὐτὸν ἐδείκνυεν, ἵνα τὴν μὲν ἀγαθότητα τοῦ πατρὸς προσκυνήσωσι, τὴν δὲ δι' ἡμᾶς αὐτοῦ οἰκονομίαν θαυμάσωσι. τοῦτο μὲν οὔτε ἔλεγον, ἀλλ' οὔτε τὰ γινόμενα βλέπειν ἐβούλοντο. ἢ ἔβλεπον μέν -ἐξ ἀνάγκης γὰρ ἦν ὁρᾶν αὐτά- πάλιν δὲ ἐγόγγυζον μεταβαλλόμενοι· διατί ἐν τῷ σαββάτῳ θεραπεύεις τὸν παραλυτικόν, 1.6 καὶ τὸν ἐκ γενετῆς τυφλὸν τότε ποιεῖς ἀναβλέπειν; τοῦτο δὲ πρόφασις πάλιν ἦν καὶ μόνον γογγυσμός. καὶ γὰρ ἐν ταῖς ἄλλαις ἡμέραις θεραπεύοντος τοῦ κυρίου πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐκεῖνοι συνήθως ἐμέμφοντο καὶ μᾶλλον ἤθελον ἀθεότητος 1.7 ἔχειν ὑπόνοιαν τὸν Βεελζεβοὺλ ὀνομάζοντες ἢ ἀρνήσασθαι τὴν ἰδίαν πονηρίαν. ἀλλὰ καὶ οὕτως τοῦ σωτῆρος πολυμερῶς καὶ πολυτρόπως δεικνύοντος ἑαυτοῦ τὴν θεότητα καὶ εὐαγγελιζομένου πᾶσι τὸν πατέρα οὐδὲν ἧττον ὥσπερ εἰς κέντρα λακτίζοντες ἀντέ λεγον ἐκεῖνοι μωρολογοῦντες, ἵνα μόνον κατὰ τὴν θείαν παροιμίαν προφάσεις ἐφευρίσκοντες χωρίσωσιν ἑαυτοὺς ἀπὸ τῆς ἀληθείας.